τὸν ⟩, ἀντὶ τιμῆς *, ἀγνοίᾳ φερόμενος.
λεγειν τολμῶσιν οἱ μανίᾳ μᾶλλον κατεχόμενοι καὶ οὐκ ἀληθείᾳ οἳ οὐ μανθάνουσι τὴν ἀληθινὴν φωνὴν τοῦ ἀξιοπίστου καὶ ἁγίου Παύλου τοῦ ἀποστόλου, ᾡ δεξιὰν ἔδωκεν ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος ὁ κατηξιωμένος ἔχειν τὴν κλεῖν τῆς βασιλείας, τοῦ ἀκούσαντος ἀπ’ οὐρανῶν »Σαοὺλ Σαούλ, τί με διώκεις,
ἀκοῦσαι »ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι«, τοῦ λέγοντος »οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ κατοικοῦν ἐν αὐτῷ«, ἀπὸ τοῦ παραδείγματος τὰ ἄνω βουλομένου φράζειν, ἵνα μὴ τὸ τοῦ ἀνθρώπου παράδειγμα εἰς τὸν θεὸν ἀπεικάσῃ, ἀλλὰ τῷ παραδείγματι μέρος τῶν ἄνω ἀποκαλύψῃ;
συναχθεῖσα ἀγγέλων καὶ ἀρχαγγέλων , Χερουβὶμ καὶ Σεραφὶμ σὺν στρατιᾷ ἐπουρανίῳ, οὐρανοῦ τε καὶ D 100 γῆς, ἐπιγείων οὐρανίων καὶ καταχθονίων, φωστήρων τε καὶ ἀστέρων, ξηρῶν τε καὶ ὑγρῶν καὶ πάντων ἁπαξαπλῶς τῶν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, οὐ δύναται ἀνδείξαθαι οὔτε ὑποδείγματι ἀφομοιωθῆναι τῷ ἑαυτῶν δεσπότῃ.
πάντα ἔχον ἐν ἑαυτῷ τετελειωμένα , ὁ δὲ ἄνθρωπος χάρισμα ἔχων ἀπὸ μέρους λειπόμενός ἐστι τῶν τελειοτάτων, εἰ μὴ θέλει ὁ θεὸς παρασχεῖν κατ’ ἀξίαν τοῖς κομιζομένοις τὴν διὰ χαρίσματος τελειότητα.
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.