εἰς αὐτὰ⟨ς⟩ γὰρ ἐβεβαιοῦτο δι’ αἰνίγματος ⟨καὶ ἡ πίστις⟩ νόμῳ, μόνον πατέρα ἐπιγνόντων, εἰ μή τι λάβωσι δύναμιν υἱοῦ καὶ διὰ τῶν μαρτυριῶν πατρὸς καὶ υἱοῦ ἐνδυναμωθῶσι διά τε τῆς τρίτης μαρτυρίας λάβωσι πνεῦμα ἅγιον καὶ πληρωθῶσι,
ἅγιοι ἅγιοι. μὴ μὴ τὸ ἑνικὸν πολυώνυμον ἀποφήνωσι Με τῶν τριῶν τὸν ἀριθμὸν ἀποκορύφωσιν, ἀλλὰ τρὶς μὲν διδόασι τὴν ἁγιαστείαν, μονοειδῶς δὲ καὶ ἑνικῶς ἀποφθέγγονται τὸν λόγον, ἴνα μὴ πολυθεΐαν ὀνομασωσιν.
πατὴρ ἀληθινὸς ἐνυπόστατος καὶ υἱὸς ἀληθινὸς ἐνυπόστατος καὶ πνεῦμα ἅγιον ἀληθινὸν ἐνυπόστατον, τρία ὄντα μία θεότης μία οὐσία μία δοξολογία εἷς θεός.
τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα.
οὕτω Ιλἐγει ὁ μονογενής ὁ τιμῶν τὸν πατέρα τιμᾷ τὸν υἱόν«· ἐν
4 τῷ γὰρ λέγειν τὸν πατέρα υἱὸν σημαίνεις καὶ υἱὸν τιμᾷς. καί »"ο τιμῶν τὸν υἱὸν τιμᾷ τὸν πατέρα«· ἐν τῷ γὰρ ὀνομάζειν σε τὸν υἱὸν τιμᾷς τὸν πατέρα, οὐκ ἐλάττονα τὸν Χριστὸν φάσκων τοῦ πατρός.
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.