λεγόμενα μὲν ἀνθρωπίως, οὐκ ἄμοιρα δὲ προγνώσεως ούδὲ γάρ τις τῶν εὐ φρονούντων εἴπῃ ἀγνοεῖν αὐτὸν ποῦ τεθείκασι Λάζαρον, ἐγγὺς ὄντα τοῦ τόπου, εἰ καὶ δι΄ ὅν εἴπομεν τρόπον ἠρώτα, πόρρω ⟨ἐπὶ⟩ Γαλιλαίας πρώην ὄντα καὶ δείξαντα άφ΄ ὲαυτοῦ ὅτι Λάζαρος), οὕτω καὶ περὶ τῆς παλαιᾶς διαθήκης ταῦτα εὐφρόνως ἀναλύομεν.
τὸ εἰπεῖν τὸν θεόν »'Αδὰμ ποῦ εἶ;« οὐκ ἀγνοοῦντος ἦν, ἀλλὰ δεικνύοντος ἀπὸ οἴου ὕψους πρὸς ποῖον βάθος αἴσχους ό Αδὰμ ἐκπεπτώκει.
ἠρώτα, P114 ἀλλὰ διελέγχων ἐν τῷ εἰπεῖν ὅτι »ἐπικατάρατος ἡ γῆ έν τοῖς ἔργοις σου καὶ ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἥτις ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἶμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου«·
τῆς οἰκίας εἰδὼς αὐτήν; οὐκ ἀγνοῶν τοίνυν ἠρώτα, ἀλλ᾿ ἵνα παρα- στήσῃ ταῖς θυγατράσιν αὐτῆς ταῖς »ἐπαγγελλομέναις θεοσέβειαν« μαθεῖν τὴν ἐκείνης ἀγωγήν, ὅταν ἁγίοις ἐκ τῶν ἰδίων καμάτων ὑπηρετεῖν πειρῶνται.
ἐξαρτύσασα ἅμα τοῖς αὐτῆς αὐτῆς οἰκέταις, πρόσωπον τῶν ὑπηρετου- μένων οὐχ ὲωρα, σωφροσύνης ἐπιεικοῦς ὑπογραμμὸν ταῖς ημετέραις γενεαῖς ὑπολιμπάνουσα. καὶ ταῦτα μὲν ἀρκέσει εἰς παράστασιν ταῖς τῶν ματαίων ἀντιλογίαις. D213
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.