αὐτῷ διανέμει στεφάνους χρόνων ἀγαθαῖς περιόδοις ἀποτελεσθέντας, τριττούς τε ἤδη δεκάδων περιελθὼν κύκλους πανδήμους μᾶλλον δὲ κοσμικὰς ἑορτὰς πᾶσιν ἐφίησιν ἀνθρώποις ἐκτελεῖν.
ἐπὶ γῆς συγχαίρειν, αὐτόν τε τὸν ἐπὶ πάντων βασιλέα πατρὸς ἀγαθοῦ δίκην ἐφ᾿ υἱοῖς ἀγαθοῖς θεοσεβοῦσιν εὐφραίνεσθαι, καὶ ταύτῃ μάλιστα τὸν καθηγεμόνα καὶ τῶν ἀγαθῶν αἴτιον πολυχρονίοις γεραίρειν τιμαῖς, ὡς μὴ ἀπαρκεῖν τρεῖς ἐν δεκάσι περιόδους τῇ βασιλείᾳ, νέμειν δὲ αὐτὴν ἐπὶ μήκιστον κὰι εἰς μακρὸν παραπέμπειν αἰῶνα.
πάρεστιν, διὸ οὐδ᾿ ἔστιν, τὸ δέ γε νῦν αὐτοῦ λεγόμενον ἅμα νοήματι καὶ φωνῇ λόγου θᾶττον διαδιδράσκει. οὐκ ἔστιν δ᾿ ὅλως αὐτοῦ ἐπιλαβέσθαι ὡς ἑστῶτος. ἢ γὰρ μέλλοντα προσδοκᾶν ἢ παρελθόντα συνορᾶν ἀνάγκη· ἅμα γὰρ ἐννοίᾳ διολισθάνων φεύγει. οὕτως ὁ σύμπας αἰὼν οὐ φέρει θνητῶν λογισμοῖς καθυποτάττεσθαι, ἀλλ᾿ ἀναίνεται
τὴν παρὰ τούτοις δουλείαν.
χρόνους, καιρούς τε καὶ ἐνιαυτούς, νυκτῶν τε καὶ ἡμερῶν ἀμοιβαῖα διαστήματα σὺν ἁρμονίᾳ τῇ πάσῃ κατεβάλετο, ποικίλοις αὐτὸν ὅροις καὶ μέτροις περιδήσας. ὁ μὲν γὰρ εὐθυτενὴς ὢν καὶ εἰς ἄπειρον 1 2 ἐκτεινόμενος, τήν τε τοῦ αἰῶνος ἐπηγορίαν ὥσπερ ἀεὶ ὤν εἰληφώς, αὐτός τε αὐτοῦ ὢν τοῖς μέρεσιν ἐμφερής, μᾶλλον δὲ ἀμερὴς ὤν καὶ ἀδιάστος, εἰς μόνην εὐθεῖαν μηκυνόμενος αὔξει· ὁ δὲ μέσοις αὐτὸν διαλαβὼν τμήμασι καὶ ὥσπερ εὐθεῖαν γραμμὴν εἰς μῆκος τεταμένην
διελὼν κέντροις πολὺ πλῆθος ἐν αὐτῷ κατεβάλετο, ἕνα τε ὄντα καὶ μονάδι παρεικασμένον παντοίοις κατεδήσατο ἀριθμοῖς, πολύμορφον ἐξ ἀμόρφου τὴν ἐν αὐτῷ ποικιλίαν ὑποστηςάμενος.
δυνάμει δυάδος εἶδος ἐξ ἀειδοῦς ἀπεργαζόμενος ἐποίει, τριάδος δ᾿ ἀριθμῷ τριχῆ διαστατόν, εἴς τε πλάτος καὶ μῆκος καὶ βάθος, σύνθετον ἐξὕλης καὶ εἴδους σῶμα κατειργάζετο. διττῆς δ᾿ ἐκ δυάδος τὴν τῶν στοιχείων τετρακτὺν ἐπινοήσας, γῆν, ὕδωρ, ἀέρα, πῦρ, πηγὰς ἀενάους εἰς τὴν τοῦδε τοῦ παντὸς προὐβάλετο χορηγίαν. τετρακτὺς
δὲ γεννᾷ δεκάδα· ἕν γὰρ δύο τρία τέσσαρα τὸν δέκα συντελοῦσιν ἀριθμόν. τριὰς δὲ συμπλακεῖσα δεκάτῃ μηνὸς ἀνεῦρε φύσιν, μὴν δὲ τροπαῖς δώδεκα ἡλίου περίοδον ἐπλήρου, ἔνθεν ἐνιαυτῶν κύκλοι καιρῶν τε μεταβολαὶ τὸν ἄμορφον καὶ ἀνείδεον αἰῶνα, αἰῶνα, ὥσπερ ἐν ποικιλίᾳ γραφῆς πολυανθοῦς, ἐμόρφουν εἰς ἀνάπαυλαν καὶ θυμηδίαν
τῶν ἐν αὐτῷ τὸν τῆς ζωῆς διϊππευόντων δρόμον.
δὴ τρόπον καὶ τὸν σύμπαντα αἰῶνα σοφίας θεσμοῖς ὁ τῶν ὅλων βασιλεὺς περιβαλὼν ἄει καὶ φέρρει, ποικίλως ἡνιοχῶν ᾗ καλῶς ἔχειν αὐτῷ καταφαίνεται.
δ᾿ ὑποστρώσας μελαντέρῳ χρώματι ὥσπερ τινὰ χρυσοϋφῆ ψήγματα στίλβειν ἐν αὐτῇ τὰς τῶν ἀστέρων λαμπηδόνας ἐποίησε, φωσφόρου δ᾿ ἐξάψας λαμπρὰς ἀκτῖνας σελήνης τε ποικίλα φέγγη ἄστρων τε συνόδους πολυαυγεῖς τὸν σύμπαντα οὐρανὸν οἷον μέγαν πέπλον παντοίοις γραφῆς κάλλεσιν ἐστεφάνου. ἀέρα δ᾿ ἐκτείνας εἰς βάθος 3 ἄνωθεν ἐξ ὕφους, πλάτη τε καὶ μήκη τοῦ σύμπαντος κόσμου τῇ τούτου ψυχώσας δυνάμει, πτηνοῖς ἅπασιν ἀνῆκε μορφοῦσθαι, τοῖς δι᾿ ἀέρος φερομένοις ἀφανέσι τε καὶ ὁρωμένοις μέγα πέλαγος ἐξαπλώσας διανήχεσθαι. γῆν δ᾿ ἐν μέσῳ κέντρου δίκην σταθμηςάμενος,
ὠκεανῷ ταύτην περιέβαλε σμαραγεῖ τε πόντος ἐπ᾿ αὐτῇ, τῷ τῆς περιβολῆς κυανῷ χρώματι καλλωπιζομένην.
γένη δουλεύειν οἷα πατὴρ παραδέδωκε3 ν, ἄνθρωπος, ᾧ καὶ θάλατταν πλωτὴν ἀνῆκε καὶ γῆν παντοίοις φυτοῖς ἐστεφάνωσεν, ᾧ καὶ τὰ ἐν βυθοῖς ἕρποντα πτηνῶν τε τὰ μετάρσια ὑποχείρια πεποίηται, ᾧ καὶ δυνάμεις ἐπτστημονικὰς εἰς παντοίων μαθημάτων ὑποδοχὴν ἐδωρήσατο, ᾧ καὶ τὰς οὐρανίους ἐξεκάλυψε θεωρίας, δρόμους
ἡλίου καὶ σελήνης τροπὰς περιόδους τε πλανήτων καὶ ἀπλανῶν ἀστέρων ἐκφήνας, ἄνθρωπος, ᾧ μόνῳ τῶν ἐπὶ γῆς τὸν πατέρα γινώσκειν τὸν ἐπουράνιον καὶ τὸν μέγαν τοῦ σύμπαντος αἰῶνος βασιλέα γεραίρειν ὕμνοις διετάξατο.
τροπαῖς τὸν ἄτρετον αἰῶνα περιεζώννυ, χειμερίους μὲν ὥρας ἔαρι περιγράψας, ἔαρ δέ, ἐνιαυςίων ὡρῶν ἀρχήν, ἰσορρόποις ταλαντεύσας ζυγοῖς, κἄπειτα ἔαρος πολυκαρπίᾳ τὰον σύμπαντα στεφανώσας αἰῶνα, 4 5 θέρους ἀκμῇ τοῦτον μεταπαραδέδωκεν, εἶθ᾿ οἷα καμάτου διαναπαύσας ἀνεκτήσατο μετοπωρινῷ διαστήματι, ὑγραῖς τ᾿ αὐτὸν ὄμβρων χειμερίων φοραῖς ὥσπερ τινὰ βασιλικὸν ἀποσμήχων ἵππον καὶ τοῖς ἐξ αὐτοῦ νάμασι λαμπρὸν ἀπεργαζόμενος , τοῖς τ᾿ ἐξ ὑετῶν αὐτάρκως
πιάνας ἀρδεύμασιν, αὖθις αὐτὸν ἔαρος ἐν προθύροις ἵστησι πύλαις.
ἡνίας. ὁ δ᾿ οἷα παρὰ πατρὸς ἀγαθοῦ τὸν κλῆρον ὑποδεδεγμένος, ὁμοῦ τε πάντα ὅσα κύτος οὐρανοῦ εἴσω τε καὶ ἐκτὸς αὐτοῦ περιλαβὼν ἔχει μιᾷ συνδηςάμενος ἁρμονίᾳ, εὐθείᾳ περαίνει, σὺν δίκῃ τὰ πρόσφορα τοῖς κατὰ γῆν αὐτοῦ λογικοῖς θρέμμασιν ἐπισκοπούμενος. μέτρα τε ζωῆς τοῖς τὸν θνητὸν διανύουσι βίον διαθεσμοθετήσας,
πρεμμελετᾶν ἐν τῷ δε τὰ προοίμια τῆς ὑπὲρ τὸν νῦν αἰῶνα ζωῆς ἅπασιν ἀνθρώποις συγκεχώρηκεν· εἶναι γάρ, εἶναι καὶ ὑπὲρ τὸν παρόντα αἰῶνα θείαν καὶ μακαρίαν ζωήν, ἥν τοῖς εὖ διηγωνισμένοις ἐν ἀγαθῶν ἐλπίσι τεταμιεῦσθαι ἐδίδαξεν, καὶ ἐν . . τοῖς μὲν σωφρόνως καὶ εὐσεβῶς βεβιωκόσιν τὴν ἐνθένδε ἐπὶ τὰ κρείττω μετάβαςίν τε
καὶ μετοικίαν γενήσεσθαι, τοῖς δὲ ἐληλεγμένοις ἐν τῷδε χῶρον ἀπονεῖμαι τὸν προςήκοντα.
κηρύττει τῶν ἐπάθλων τὰ γέρα, ὧν τοῖς προοιμίοις ἐντεῦθεν ἤδη πανηγυρίζειν δίδωσιν, ἑορτῇ τελείων ἐξ ἀριθμῶν συγκειμένῃ, δεκάδων τριάδων μονάδων τε τριπλασιόνων,
ἤδη καὶ παντὸς πλήθους ἀρχὴ καταβολὴ τε καὶ στοιχεῖον εἰκότως ἄν ῥηθείη, μονὰς παρὰ τὸ μένειν ὠνομασμένη, ὅτι δή, μειουμένου καὶ αὐξομένου παντὸς πλήθους κατὰ τὴν τῶν ἀριθμῶν 6 ὑφαίρεςίν τε καὶ προσθήκην, μόνη μονὰς στάσιν καὶ μονὴν εἴληφε, μεμονωμένη πληθύος ἁπάσης καὶ τῶν ἐξ αὐτῆς γεννωμένων ἀριθ μῶν, φέρουςά τε εἰκόνα τῆς ἀμερίστου καὶ διακεκριμένης τῶν ἄλλων οὐσίας, ἧς δυνάμει καὶ μετοχῇ ἡ τῶν ὄντων ἁπάντων συνέστηκε
φύσις.
δὲ ταύτῃ συγγενής, ἄσχιστος ὡσαύτως καὶ ἀδιαίρετο, καὶ πρώτη τῶν ἐξ ἀρτίων κὰι περιττῶν ἀριθμῶν συνεσταμένων· ἄρτιος γὰρ ὁ δύο μονάδα προσλαβὼν τριάδος πρώτην περιττὴν ἐγέννησε φύσιν. πρώτη δὲ τριὰς δικαιοςύνην ἀνέδειξεν ἰσότητος καθηγησαμένη, ὡς ἂν ἀρχὴν καὶ μεςότητα καὶ τελευτὴν ἴσην ἀπολαβοῦσα. εἰκὼν δὲ
ταῦτα μυστικῆς καὶ παναγίας καὶ βασιλικῆς τριάδος, ἥ τῆς ἀνάρχου καὶ ἀγεννήτου φύσεως ἠρτημένη τῆς τῶν γεννητῶν ἁπάντων οὐσίας τὰ σπέρματα καὶ τοὺς λόγους καὶ τὰς αἰτίας ἀπείληφεν.
ἵστησιν, πλήρης καὶ παντέλειος ὠνομασμένη εἰκότως, ἅτε δὴ πάσας ἰδέας καὶ πάντα μέτρα πάντων ἀριθμῶν λόγων τε καὶ συμφωνιῶν καὶ ἁρμονιῶν περιέχουσα. μονάδες γοῦν αὐξηθεῖσαι κατὰ σύνθεσιν τοῖς δέκα περιορίζονται· μητέρα ταύτην καὶ πηξαι ὅρον τε καὶ περιγραφὴν κτηςάμεναι ὥσπερ ἐν περιδρόμῳ καμπτῆρα περιθέουσιν.
ἐργαςάμεναι δεύτερον καὶ πάλιν τρίτον καὶ τέταρτον καὶ μέχρι τῶν δέκα τὸν ἑκατὸν ἐκ δεκάδων δέκα πληροῦσι, κἄπειτα ἐπὶ τὴν πρώτην ἀνατρέχουσιν ἀφετηρίαν, καὐντεῦεν πάλιν ἀρξάμεναι καὶ ἐπὶ τὸν δέκα προελθοῦσαι δεκάκις τε τὸν ἑκατὸν ἀμφιδραμοῦσαι, παλίσσυτοι διὰ τῶν αὐτῶν καμπτήρων μακροὺς δολιχεύουσι διαύουσι διαύλους ἐξ αὐτῶν
εἰς ἑαυτὰς ἀνακυκλούμεναι.
ἐπὶ σφύνοδον μηνὸς κύκλον ἀπειργάζετο, μεθ᾿ ὅν αὖθις ἀρχὴν γενέσεως ἀπολαβοῦσα νέου φωτὸς καὶ νέων ἡμερῶν ἀπάρχεται, τριάκοντα μὲν κοσμηθεῖσα μονάσι, τρισὶ δὲ τιμηθεῖσα δεκάσι, δέκα δὲ τριάσι φαιδρυνθεῖσα.
βασιλέως πρὸς τοῦ πάντων ἀγαθῶν δοτῆρος τετιμημένα νέων ἀρχῆς ἀγαθῶν ἐπιλαμβάνεται, τέως μὲν τριακονταετηρικὰς ἑορτὰς ἀποπληροῦντα, ἤδη δ᾿ ἐντεῦθεν μακροτέρων ἐφαπτόμενα διαστημάτων προμνώμενά τε μελλόντων ἀγαθῶν ἐλπίδας ἐν οὐρανίῳ βασιλείᾳ ἔνθα στρατιαὶ φώτων ἀπείρων ἀμφὶ τὸν πάντων βασιλέα χορεύουσιν, οὐχ
ἑνὸς ἡλίου, πάντων δ᾿ αὐτόθι τὰ φῶτα ἡλίου κρείττονα ἐπαγομένων φαιδρυνομένων τε καὶ ἀποστιλβόντων τῇ αἴγλῃ τῶν τῆς ἀιδίου πηγῆς μαρμαρυγῶν,
εἰς ἀπερίγραφον τέλος μηκυνόμενος, οὐκέθ᾿ ἡμερῶν καὶ μηνῶν διαστήμασιν οὐδ᾿ ἐνιαυτῶν κύκλοις καιρῶν τε καὶ χρόνων περιόδοις ἀναμτρούμενος, μιᾷ δ᾿ εἰς ἄπειρον ἐκτεινομένῃ ζωῇ διαρκῶν, οὐχ ὐφ᾿ ἡλίου φωτιζομένῃ οὑδ᾿ ἀστέρων πλήθει καὶ σελήνης αὐγαῖς καταλαμπομένῃ, ἀλλ᾿ αὐτὸν ἐχούσῃ φωστῆρα τὸν θεὸν λόγον, τὸν
μονογενῆ παῖδα τοῦ παμβασιλέως.
τῶν οἰκείων ἐπαγγελιῶν ἔργοις πιστοῦσθαι τὰς ὑποσχέσεις.
καταγωνιςάμενος τὸν κατὰ τῶν ἐχθρῶν ἤγειρε θρίαμβον· ὅ δὴ νικητικὸν τρόπαιον, δαιμόνων ἀποτρόπαιον, τοῖς τῆς πλάνης ἰνδάλμασιν ἀντιπαρατάξας τὰς κατὰ πάντων ἀθέων πολεμίων τε καὶ βαρβάρων ἤδη δὲ καὶ αὐτῶν δαιμόνων, ἄλλων τουτωνὶ βαρβάρων, ἤρατο νίκας.
De Laudibus Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.