καθ’ ἡμᾶς ἀποτελέσματα καὶ ζῶντος θεοῦ ζῶντα ἔργα συνιδεῖν· ἦ γὰρ οὐ ζῶντος καὶ θεοῦ ζωὴν ὡς ἀληθῶς ζῶντος ἔργα ζῶντα τυγχάνει τὰ τοιαδὶ κατορθώματα; τίνα δὴ ταῦτα, ἐρωτᾶς; μάνθανε.
ἀνορύττοντες καθῄρουν ἀφανεῖς τε αὐτοῦ καθίστων τὰς ἐκ. κλησίας, πάσαις τε μηχαναῖς τὸν μὴ τοῖς ὀφθαλμοῖς ὁρώμενον ἐπο- λέμουν βάλλοντες καὶ ἀκοντίζοντες μυρίαις λόγων βολαῖς, ὁ δ' ἀφα- νὴς ἀφανῶς ἠμύνατο.
ἀνυμνούμενοι, οἱ μακραῖς ἐτῶν περιόδοις διαπρεπῶς τὴν ἀρχὴν εὐθύ- ναντες, ὅτε δὴ τὰ πρὸς τὸν ὕστερον πολεμηθέντα φίλα τε ἦν αὑτοῖς καὶ εἰρηναῖα· ὡς δὲ καταβαλλόμενοι θεομαχεῖν ἐτόλμων, τοὺς αὐτῶν θεοὺς προμάχους καὶ προασπιστὰς ἀντιπαρατάττοντες τῷ ἡμετέρῳ. αὐτίκα μιᾷ ῥοπῇ καὶ θεοῦ νεύματι καὶ δυνάμει τοῦ πολεμουμένου
δίκας ὑπεῖχον οἱ ἅπαντες τῶν τετολμημένων, ὡς παραχωρεῖν τῷ πολεμουμένῳ καὶ νῶτα δόντες αὐτῷ τῇ θεότητι συνομολογεῖν συγχωρεῖν τε καὶ ἐπιτρέπειν τἀναντία τοῖς πρὶν τετολμημένοις.
αὖθις ἐξ ὑπαρχῆς κοσμήσας, κατὰ πόλεις τε καὶ κώμας χώρας τε πάσας καὶ τὰς τῶν βαρβάρων ἐρήμους ἱερὰ καὶ τεμένη ἐνὶ τῷ πάν- των βασιλεῖ θεῷ, τῷ δὴ καὶ τῶν ὅλων δεσπότῃ, καθιερώσας, ἐΜεν
τὴν τοσαύτην καθαίρεσίν τε καὶ ἐρημίαν ἱδρύματα ἐξ ἐδάφους εἰς ὕψος ἀνήγειρεν, τίς τὰ πόσης ἐλπίδος ἀφῃρημένα δευτέρας ἠξίωσεν πολὺ κρείττονος τῆς ἔμπροσθεν ἀνανεώσεως, καὶ ἀνενεώσατο, αὐτὸ δὴ τὸ τοῦ λόγου μέγιστον θαῦμα, οὐ μετὰ τὴν τῶν θεομάχων ἐκείνων τελευτήν, ἀλλ' ἔτι xm βίῳ περιόντων αὐτῶν δὴ τῶν καθῃρηκότων,
ὡς δί αύτῶν στόματος καὶ δἰ αὐτῶν γραφῆς τὴν παλινῳδίαν τῶν τετολμημένων αὐτοῖς ᾀσθῆναι, καὶ τοῦτο πρᾶξαι αὐτοὺς οὐκ ἐν θυμηδίαις ὄντας φιλανθρωπίας λογιομῷ τάχα ἄν τις νομίοειεν), θεηλάτοις δὲ μάστιξιν ἐλαυνομένους.
καὶ θεραπευτὰς τοῦ θεοῦ μυρίους ἄνδρας γυναικῶν τε ἱερείας καὶ χοροὺς ἀειπαρθένων ἁγνείᾳ παντελεῖ τὸν πάντα τῆς ςωῆς αὐτῶν χρόνον ἀναθείσας τοῖς τῆς ἐνθέου διδασκαλίας αὐτοῦ μαθήμασι καθ’ ὅλης συνίστη τῆς οἰκουμένης τροφῶν δ᾿ ἀποχαῖς ἀσιτίαις τε ἀνοινίαις πολυημέροις προθυμότατα διακαρτερεῖν ἐγκρατείᾳ τε καὶ
ῥώμῃ βίου στερροῦ χρῆσθαι μετὰ σωφροσύνης; τίς γύναια καὶ μυρία πλήθη ἀνδρῶν ἀναπέπεικεν λογικὰς τροφὰς ψυχαῖς λογικαῖς καταλλήλους δι’ ἐνθέων ἀναγνωρισμάτων ἀντικαταλλάξασθαι τῶν τοῦ σώματος τροφῶν; τίς βαρβάρους καὶ ἀγροίκους ἄνδρας γύναια τε κοὶ παῖδας καὶ οἰκετῶν γἐνη πλήθη τε μυρία μυρίων ἐθνῶν θανάτου
μὲν καταφρονεῖν ἐδίδαξεν ἀθάνατον δὲ πεπεῖσθαι εἶναι τὴν αὐτῶν Ψυχήν, κω δίκης ὀφθαλμὸν ὑπάρχειν ἔφορον τῶν ἀνθρωπίνων πραγμάτων εὐσεβῶν τε καὶ ἀσεβῶν, δικαιωτήρια τε θεοῦ προσδοκῶν, τούτων ἕνεκα δικαίου καὶ σώφρονος δεῖν ἐπιμελεῖσθαι βίου; μὴ γὰρ οὕτω διατεθέντας ἀδύνατον ἄλλως εἶναι τὸν τῆς θεοσεβείας ὑποδῦναι
ζυγόν· ὁ δὴ μόνῳ τῷ ἡμετέρῳ σωτῆρι εἰσέτι καὶ νῦν κατορθοῦται.
λέγε δή, παρὰ σαυτῷ πολλάκις ἐπισκεψάμενος, τίς ἄλλος πώποτε τῶν ἐξ αἰῶνος βοηθέντων σοφῶν όμοίως τῷ ἡμετέρῳ σωτῆρι προ- φητικαῖς ἄνωθεν πρὸ μυρίων χρόνο)ν φωναῖς ἐγνώσθη τε καὶ προεκηρύχθη παρὰ τοῖς πρόπαλαι θεοφιλέσιν Ἑβραίων παισίν; οἳ καὶ τὸν τόπον αὐτοῦ τῆς γενέσεως καὶ χρόνους τῆς ἀφίξεως καὶ
τρόπον τοῦ βίου καὶ δυνάμεις καὶ λόγους καὶ κατορθώματα αὐτοῦ προλαβόντες βίβλοις ἱεραῖς καταβεβλήκασιν.
τὸ ἱερὸν ἅμα τοῖς ἐν αὐτῷ σεμνοῖς εἰς ἔδαφος κατενεχθῶαι; τίς δὲ προρρήσεις αὐτῶν τε τούτων πέρι τῶν ἀσεβῶν ἀνδρῶν ἀμφί τε τῆς πρὸς αὐτοῦ καθ' ὅλης τῆς οἰκουμένης ὑποστάσης ἐκκλησίας καταλλή- λους τοῖς πράγμασιν ἀπρφθεγθάμενος, πιστὰς ἔδειξε ταύτας τοῖς ἔργοις, ὡς ὁ ἡμέτερος σωτήρ; περὶ μὲν τοῦ τῶν ἀσεβῶν ἱεροῦ φήσας·
ἀφίεται ὑμῖν ὸ οἶκος ὑμῶν ἔρημος·„ καί· οὐ μὴ μείνῃ λίθος λίθον ἐν τῷ τόπῳ τούτῳ, ὃς οὐ μὴ καταλυθῇ·“ περὶ δὲ τῆς ἐκκλησίας· ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύουσιν αὐτῆς.“
τὴν ἀρχὴν καὶ τούτους νομοθέτας καὶ νομοδιδασκάλους ἀποφῆναι τῆς ἀνθρώπων οἰκουμένης, οἶόν σοι εἶναι δοκεῖ; τὸ δὲ ἐπαγγείλασθαι καὶ λόγῳ μὲν εἰπεῖν ἐ̓ργῳ δὲ ποιῆσαι αὐτοὺς ἁλιέας ἀνθρώπων , καὶ τοιαύτην αὐτοῖς ἀρετὴν τε καὶ δύναμιν παρασχεῖν, ὡς καὶ γραφὰς συντάξαι καὶ βίβλους παραδοῦναι, καὶ τούτας εἰς τοσοῦτον κρατῦναι,
ὡς καθ’ ὅλης τῆς οἰκουμένης παντοίᾳ γλώσσῃ βαρβάρων τε καὶ Ἑλλήνων μεταβαλλομένας παρὰ πᾶσι τοῖς ἔθωεσι μελετᾶσθαι, καὶ πιοτεύεσθαι θεῖα εἶναι λόγια τὰ ἐν αὑταῖς καταβεβλημένα.
φράξαι, ὡς ἀδάμαντος τὰς ψυχὰς κραταιοτέρους ἐν τοῖς πρὸς τοὺς ἀντιπάλους ἀμῶσι διαφαίνεσθαι, ποῖον οὐκ ἂν ὑπερβάλοιτο λόγον,.
τὰς δυνάμεις, ὡς μηδὲν ἄξιον θανάτου πράξαντας παντοίας κολάσεις καὶ πᾶν εἶδος στρεβλωτηρίων μεθ’ ἡδονῆς ὑπομένειν εὐσεβείας χάριν τῆς εἰς τὸν τῶν ὅλων θεόν, ποῖον οὐκ ἂν ὑπερβάλοιτο
ἵστησι, καὶ πάντα τόπον καὶ χώραν καὶ πόλιν, Ἑλλάδα τε καὶ βάρβαρον, ὑποτάττει, ἀοράτῳ καὶ ἀμφανεῖ δεξιᾷ τοὺς ἀντιπάλους χειρού- μενος;
οὕτω μὲν ἔργῳ συνδραμούσης τῇ τοῦ σωτῆρος ἡμῶν διδασκαλίᾳ καὶ τῷ καταβληθέντι ὑπ' αὐτοῦ τῷ παντὶ κόσμῳ κηρύγματι τῆς τῶν ἐθνῶν πάντων ὁμονοίας τε καὶ συμφωνίας, οὕτω δὲ πρόπαλαι ὑπὸ τῶν τοῦ θεοῦ προφητῶν προαναπεφωνημένης τῆς κοσμικῆς τῶν ἐθνῶν εἰρήνης τοῦ τε πρὸς αὐτοῦ καταβληθέντος τοῖς ἔθνεσι λόγου;
ἐπιλείψει με, βασιλεῦ, τὸ πᾶν τῆς ἡμέρας μῆκος τὰς ἐναργεῖς ἀποδείξεις τῆς ἐνθέου δυνάμεως τοῦ σωτῆρος ἡμῶν τὰς ἐκ τῶν εἰσέτι νῦν ὁρωμένων ὑφ' ἕν πειρώμενον συνέγειν καὶ συνιστᾶν, ὅτι μηδεὶς πώποτε τῶν ἐξ αἰῶνος μήτε παρ' Ἕλλησι μήτε παρὰ βαρβάροις τοσαύτην ἀρετῆς ἐνθέου δύναμιν ἐπιδέδεικται, ὅλην ὁ σωτὴρ
ὁ ἡμέτερος.
ἐλπίςειν; τίς πώποτε θεὸς ἢ καὶ ἥρως ἄνδρωπος τὴν ἀφ' ἀνίσχοντος μέχρι δυομένου, μόνον οὐχὶ τὸν ἴσον ἡλίῳ διϊππεύσας δρόμον, ταῖς λαμπροτάταις τῆς αὐτοῦ διδασκαλίας αὐγαῖς κατηύγασἐν τε καὶ ἐφώτισεν, ὡς πανταχοῦ γῆς ἑνὶ θεῷ πᾶν ἔθνος μίαν καὶ τὴν αὐτὴν ἐπιτελεῖν λατρείαν; τίς πώποτε θεὸς ἢ καὶ ἥρως πάντας θεούς
τε καὶ ἥρωας Ἑλληνικούς καὶ βαρβάρους παραγκωνισάμενος, μηδένα μὲν ἐκείνων θεὸν εἶναι νομίξειν ἐνομοθέτησεν καὶ νομοθετήσας ἔπεισεν· ὲ́πειτα πολεμηθεὶς ὑπὸ πάντων, εἷς ὤν αὐτὸς τὸ πᾶν τῶν ἐναντίων στρατόπεδον καθεῖλεν, τῶν ἐξ αἰῶνος ἁπάντων θεῶν τε καὶ ἡρώων κρατῶν, ἀπὸ περάτων ὡς καθ’ ὅλης τῆς
οἰκουμένης θεοῦ μόνον μόνον αὐτὸν πρὸς τῶν ἐθνῶν ἁπάντων ἀνα- γορεύεσθαι;
ἀναζωπυρεῖν παρεσκεύασεν ; τίς θεὸς ἢ καὶ ἥρως οὕτω πολε- μηθεὶς ὡς ὁ ἡμέτερος σωτὴρ τρόπαια νικητήρια κατὰ τῶν ἐχθρῶν ἤγειρεν; οἱ μὲν γὰρ οὐ διέλιπον ἐξ ἀρχῆς καὶ εἰς τέλος αὐτοῦ τὰ μαθήματά τε καὶ τὸν λαὸν πολιορκοῦντες, ὁ δ’ ἀφανὴς ἀφανῶς τοὺς οἰκείους αὐτοῖς ἱεροῖς οἴκοις ἐπὶ μέγα δόξης προῆγεν.
λόγοις τὰς παντὸς λόγου κρείττονας ἐνθέους δυνάμεις τοῦ σωτῆρος ἡμῶν φιλοτιμεῖσθαι συνάγειν, ὅτε καὶ σιωπώντων ἡμῶν αὐτὰ βοῶσι τοῖς ὦτα ψυχῆς κεκτημένοις τὰ πράγματα, τοῦτο ξένον ἀληθῶς καὶ παράδοξον καὶ ἕν μόνον ἐξ αἰῶνος τὸν κόσμον ἀνθρώπων ἐνηνοχέναι,
De Laudibus Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.