ἀντὶ δὲ σκυθρωπότητος φαιδροὺς ἐποίει, καὶ εἰς τοσοῦτον τὴν ψυχὴν αὐτῶν προηγάγετο, ὥστε τῇ λίαν ἐπὶ τἀναντία μεταβολῇ τῇ τε τῶν καταορθωμάτων εὐτυχίᾳ ἀλαζοέστερον τῶν ἀνδρῶν τὸ φρόνημα γενέσθαι· ὃς τοσοῦτον ὑπερῆρε σοφίᾳ τοὺς πρὸ αὐτοῦ, ὥστε καὶ τοὺς ἐπαινουμένους ὑπὸ τῶν ἐθνῶν ἤτοι σοφοὺς καὶ φιλοςόφους
ζηλωτὰς τῆς ἐκείνου σοφίας γενέσθαι.
πόσην τινὰ καὶ πῶς τραχεῖαν κατηγωνίσατο δυσχέρειαν τοῦ κατ’ Ἀσσυρίαν τότε τυράννου;
θρησκείαν ἐπιμέλεια, μετάλλων τε παντοδαπῶν εἰς τὴν τῶν θεῶν 1 2 κατασκευὴν δαψίλεια καὶ ναῶν οὐρανομήκη ὑψώματα, φρικτοί τε καὶ πρὸς ὠμότητα οἱ τῆς θρησκείας συντεθέντες νόμοι· ὧν πάντων ὁ Δανιὴλ καταφρονήσας διὰ τὴν ἂχραντον πρὸς τὸν ὂντως θεὸν εὐσέβειαν, τὴν ἂκαιρον τοῦ τυράννου σπουδὴν μεγάλου τινὸς κακοῦ
ἐσομένην αἰτίαν ἐμαντεύετο. ἀλλ’ οὐκ ἔπειθε τὸν τύραννον· ὁ γὰρ ἂφθονος πλοῦτος ἐμπόδιον πρὸς τὸ καλῶς φρονεῖν ὑπάρχει. τέλος γοῦν τὸ ἂγριον τῆς ἑαυτοῦ διανοίας ὁ δυνάστης ἑξέφηνε, θηρςὶν ἀγρίοις διαλυμανθῆναι τὸν δίκαιον κελεύσας.
ὑπερμεγέθη δόξαν τῆς πρὸς τὸν σωτῆρα πίστεως ἢραντο, πυρὶ καὶ καμίνῳ καὶ τοῖς εἰς τὸ φαγεῖν αὐτοὺς τεταγμένοις δεινοῖς ἀδῄωτοι, ἁγνῇ τε σωμάτων προσβολῇ τὸ ἐμπεριεχόμενον τῇ καμίνῳ πῦρ ἀπωθούμενοι Δανιὴλ δὲ μετὰ τὴν κατάλυσιν τῆς Ἀσσυρίων βασιλείας, ἀναιρεθείσης καεραυνῶν βολαῖς, ἐπὶ Καμβύσην τῶν Περσῶν βασιλέα
μετῆλθεν ἐκ θείας προνοίας, φθόνος δὲ κἀνταῦθα, καὶ πρός γε τῷ φθόνῳ ὀλέθριοι μάγων ἐπιβουλαί, διαδοχαί τε κινδύνων μεγάλων τε καὶ πολλῶν, ἐξ ὧν πάντων συναιρομένης τῆς Χριστοῦ προνοίας σωθεῖς εὐχερῶς παντοίας ἀρετῆς πείρᾳ διέπρεψεν.
ἀξιομνημονεύτων ἔργων κατορθοῦντος, αὐτὴν τὴν τῶν εὐχῶν ἐπίτευξιν φθόνῳ διέβαλλον, ἐπικίνδυνον σφόδρα τὴν τοσαύτην αὐτοῦ δύναμιν διαβάλλοντες πρὸς τὸν δυνάστην ἔπεισαν αὐτόν, τοσούτων ἀγαθῶν δημοσίᾳ παραίτιον τοῖς Πέρσαις γενόμενον, λεόντων ἀγρίων θοίνῃ κατακριθῆναι. καθεῖρκτο δὲ κατακριθεὶς ουκ εἰς ὄλεθρον ἀλλ’
αἰώνιον εὐδοξίαν ὁ Δανιήλ, καὶ ἐν μέσοις τοῖς θηρσὶν ἐξεταζόμενος ἠπίων καὶ ἡμερωτέρων τῶν θηρίων ἢ τῶν καθειρξάντων ἐπειρᾶτο· πάντας γὰρ εὐχὴ κοσμιότητος καὶ σωφροςύνης ἀρετῇ συναιρομένη τιθασοὺς ἀπειργάζετο τοὺς λυσσώδεις τῇ φύσει.
δυνάμεως κατορθώματα ἐπισκιάζεσθαι), ὑπερεκπέπληκτο μὲν αὐτὸς τῷ θαύματι τῶν ἀγγελλομένων, μετεγίνωσκε δὲ ἐπὶ τῷ πεισθῆναι ταῖς διαβολαῖς τῶν ΄μάγων εὐχερῶς· ὅμως γοῦν ἐτόλμησε τῆς θέας ἐκείνης ἐπόπτης γενέσθαι καὶ ἰδεῖν τὸν ἄνδρα ἑκατέρας τῆς χειρὸς ὑψώματι τὸν Χριστὸν ὑμνοῦντα, τοὺς δὲ λέοντας ὑποβεβλημένους
καὶ οἱονεὶ τὰ ἴχνη τοῦ ἀνδρὸς προσκυνοῦντας, καὶ παραχῆμα τοὺς ἀναπείσαντας αὐτὸν μάγους τῇ αὐτῇ ζημίᾳ κατέδκρινε, καθεῖρξέ τε 3 τῇ τῶν λεόντων αὐλῇ τοὺς μάγους, οἱ δὲ θῆρες οι τὸν μικρῷ πρόσθεν κολακεύσαντες ἐπεφοίτων τοῖς μάγοις καὶ πάντας αὐτοὺς κατὰ τὴν ἑαυτῶν φύσιν ἐλυμήναντο.
Constantini imperatoris oratio ad coetum sanctorum. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.