προκεκήρυκτο δὲ καὶ ἡ σωματικὴ γένεσις αὐτοῦ, προείρητο δὲ καὶ ὁ καιρὸς τῆς ἐνσωματώσεως, φανερὰ δ’ ἦν καὶ ἡ αἰτία τῆς σαρκώσεως αὐτοῦ, ὅπως τὰ ἐκ τῆς ἀδικίας τε καὶ ἀκολαςίας ἐκφύοντα γεννήματα, λαυμαινόμενα τοῖς δικαίοις ἔργοις καὶ τρόποις, ἀναιρεθείη, πᾶσα δὲ ἡ οἰκουμένη φρονήσεώς τε καὶ σωφροςύνης μετάσχοι,
ἐπικρατήσαντος σχεδὸν ἐν ταῖς πάντων φυχαπῖς τοῦ θεσπισθέντος ὑπὸ τοῦ σωτῆρος νόμου, καὶ θεοσεβείας μὲν ῥωσθείσης, δεισιδαιμονίας δὲ ἐξαλειφθείσης, δι’ ἣν οὐ μόνον ἀλόγων ζώων σφαγαί, ἀλλὰ καὶ ἀνθρωπίνων ἱερευμάτων θυσίαι καὶ ἐναγῆ μιάσματα βωμῶν ἐπενοήθη, κατὰ τε Αἰγυπτίους καὶ Ἀσσυρίους νόμους χαλκηλάτοις
ἢ καὶ πλαστοῖς ἰνδάλμασιν σφαγιαζόντων ψυχὰς δικαίας.
Μέμφις ἔρημος, ἐν ᾗ Μω ϋσῆς κατὰ τὴν θείαν πρόσταξιν τὴν τοῦ δυνατωτάτου τότε Φαραῶνος ὑπεροψίαν κατέθραυσε, τόν τε στρατὸν αὐτοῦ πολλῶν καὶ μεγίστων ἐθνῶν νικηφόρον πεφραγμένως τε καθωπλισμένον οὐ βελῶν τοξεύμασιν οὐδ’ ἀκοντίων ῥιπαῖς μόνῃ δ’ ὁσίᾳ προσευχῇ καὶ ἡμέρῳ λιτανείᾳ καθεῖλεν.
Constantini imperatoris oratio ad coetum sanctorum. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.