ἀνατέθεικεν ἑαυτό, ὡς πάντων ἐκεῖσε πολλὴν λαμβανόντων αὔξησιν σφόδρα ἄφιον καταφίνεσθαι καὶ ἐκκλησίας ἐν αὐτῇ κατασκευασθῆναι πλείους.
εὐανάγνωστά τε καὶ πρὸς τὴν χρῆσιν εὐμετακόμιστα ὑπὸ τεχνιτῶν καλλιγάφων καὶ ἀκριβῶς τὴν τέχνην ἐπισταμένων γραφῆναι κελεύσειας, τῶν θείων δηλαδὴ γραφῶν, ὧν μάλιστα τήν τ’ ἐπισκευὴν καὶ τὴν χρῆσιν τῷ τῆς ἐκκληςίας λόγῳ ἀναγκαίαν εἶναι γινώσκεις.
διοικήσεως καθολικόν, ὅπως ἂν πάντα τὰ πρὸς τὴν ἐπισκευὴν αὐτῶν ἐπιτήδεια παρασχεῖν φροντίσειεν· ἵνα γὰρ ὡς τάχιστα τὰ γραφέντα 1 2 σωμάτια κατασκευασθείη, τῆς σῆς ἐπιμελείας ἔργον τοῦτο γενήσεται. καὶ γὰρ δύο δημοςίων ὀχημάτων ἐξουςίαν εἰς διακομιδὴν ἐκ τῆς αὐθεντίας τοῦ γράμματος ἡμῶν τούτου λαβεῖν σε προςήδει. οὕτω γὰρ ἂν μάλιστα τὰ καλῶς γραφέντα καὶ μέχρι τῶν ἡμετέρων ὄψεων ῥᾷστα
διακομισθήσεται, ἑνὸς δηλαδὴ τοῦτο πληροῦντος τῶν ἐκ τῆς σῆς ἐκκλησίας διακόνων, ὃς ἐπειδὰν ἀφίκηται πρὸς ἠμᾶς, τῆς ἠμετέρας πειραθήσεται ξιλανθρωπίας. ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ.“
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.