τοίνυν μεθ’ ὅσης θυμηδίας τὰ τοιαῦτα παρὰ τῆς σῆς ἀγχινοίας δῶρ λαμβάνομεν, συνεχεστέροις ἡμᾶς λόγοις εὐφραίνειν, οἷς ἐντετράφθαι σαυτὸν ὁμολογῖς, προθυμήθητι· (θέοντα γάρ σε, τὸ τοῦ λόγου, πρὸς τὰ συνήθη σπουδάσματα παρορμῶμεν), ὅπου γε καὶ τὸν εἰς τὴν Ῥωμαίων τοὺς σοὺς πόνους μεταρρυθμίζοντα γλῶτταν τὐκ ἀνάξιον
ηὑρῆσθαί σοι τῶν συγγραμμάτων ἡ τοσαύτη πεποίθησις δείκνυσιν, εἰ καὶ τὰ μάλιστα τὰ καλὰ τῶν λόγων ἡ τοιαύτη ἑρμηνεία ὑφίστασθαι κατ’ ἀξίαν ἀδυνάτως ἔχει. ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ.“ τὸ μὲν οὖν περὶ τοῦδε γράμμα τοιόνδε ἦν, τὸ δὲ περὶ τῆς τῶν θείων ἀναγνωσμάτων ἐπισκευῆς ὧδέ πη περιέχει.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.