καὶ ἀποκαθιστάναι σὺν ἁπάσῃ ταχυτῆτι. εἰ γὰρ καὶ τὰ μάλιστα φανεῖεν ἐξ αὐτῶν τινες ἀπὸ τῆς οὐ δικαίας δεσποτείας πολλὰ καρπωσάμενοι, καὶ γίνεοθαι τούτων τὴν ἀπαίτησιν ἡμεῖς οὐ δίκαιον κρίνομεν, ὅμως γε μὴν αὐτοὶ ὁπόσα τε καὶ ὁπόθεν συνέλεξαν ἐπιrνόντες, καὶ τῷ ἁμαρτήματι τούτῳ συγχώρησιν γενέσθαι παρ' ἡμῶν
δεηθήτωσαν, ὅππως ἅμα μὲν τῇ τοιαύτῃ διορθώσει ἡ φθάσασα ἰαθείη πλεονεξία, ἅμα δὲ ὁ μέγιστος θεός, οἶον ἀντὶ μεταμελείας τινὸς τοῦτο προέμενος, εὐμενὴς ἐπὶ τοῖς ἁμαρτίαισι γένοιτο.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.