τοῦτό τε αὐτὸ ἀνεκήρυττεν διὰ χαρακτήρων Ῥωμαίας τε καὶ Ἑλληνίδος φωνῆς εἰς ἕκαστον ἔθνος έν γραφῇ διαπεμφθείσῃ. μάθοις δ' ἄν τοῦ λόγου τὴν ἀρετὴν αὐτοῖς προοβαλὼν τοῖς δόγμασι· δύο δ ἠν ταῦτα, τὸ μὲν ταῖς ἐκκλησίαις τοῦ θεοῦ, τὸ δὲ τοῖς ἐκτὸς κατὰ πόλιν δήμοις διαπεμφθέν, ὃ τῇ παρούσῃ προσῆκον ὑποθέσει ἔμοιγε δοκεῖ παρενθεῖναι,
ὡς ἂν διὰ τῆς ἱστορίας μένοι καὶ διαφυλάττοιτο τοῖς μεθ’ ἡμᾶς καὶ ἡ τοῦδε τοῦ δόγματος ἔκθεσις πρός τε ἀληθείας καὶ τῶν ἡμετέρων διηγημάτων πίστωσιν. εἴληπται δ' ἐξ αὐθεντικοῦ τοῦ παρ' ἡμῖν φυλαττομένου βασιλικοῦ νόμου, ᾠ καὶ τῆς αὐτοῦ δεξιᾶς ἔγγραφος ὑποσημείωσις τῆς τῶν λόγων πιοτώσεως οἶά τινι σφραγῖδι καταση-
μαινει την μαρτυριαν.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.