ἅπαντες οἱ καθ' ἡμᾶς, ὅσα τὸ πρὶν ἀκοῇ πυνθανόμενοι ἐν θατέρῳ μέρει τῆς Ῥωμαίων ἀρχῆς γιγνόμενα τοὺς εὖ πάοχοντας ἐμακάριζον, εὐχὴν εὐχὴν τῶν ἵσων ἀπολαῦσαι καὶ αὐτοί ποτε, ταῦθ' ὑπ' ὄψεσιν ὁρῶντες, ἤδη καὶ σφᾶς εὐδαιμονίζειν ἠξίουν, ξένον τι χρῆμα καὶ οἷον ὁ πᾶς αἰὼν ὑφ' ἡλίου αὐγαῖς οὐδεπώποτε ἱστόρησεν
ἐπιλάμφαι τῷ θνητῷ γένει τὸν τοσοῦτον ὁμολογοῦντες βασιλέα. ἀλλ' οἱ μὲν ὡδε ἐφρόνουν.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.