διηλέγχετο, τηνικαῦτα δρασμὸν αἴσχιστον ὑπομένει· φεύγων δῆτα σὺν βραχέσιν ἐπὶ τὰ εἴσω τῆς ὑπηκόου διέβαινεν έν ἀσφαλεῖ τ' ἐγίνετο, τοῦ θεοφιλοῦς μὴ κατὰ πόδας διώκειν τοῖς οἰκείοις ἐγκελευομένου, ὡς ἂν τύχοι σωτηρίας ὁ φεύγων. ἤλπιζε γάρ ποτε αὐτόν, συναισθόμενον οἶ κακῶν ἵοι, λῆξαι μὲν τῆς μανιώδους. θρασύτητος, ἐπὶ τὸν
κρείττονα δὲ λογισμὸν μεταβαλεῖσθαι τὴν γνώμην.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.