τῇ τῶν ἀνδρῶν ἀσμενίζων σωτηρίᾳ. ἄλλοι δ’ ἐπὶ τοῖς ὅπλοις μείναντες ἐνεχείρουν τῇ τοῦ πολέμου συμβολῇ· οὓς ἐπειδὴ προκλήσεις φιλικὰς προισχόμενος βασιλεὺς οὐ πειθομένους ἔγνω, τὸν στρατὸν ἠφίει. οἱ δ’ αὐτίκα νῶτα δόντες εἰς φυγὴν ἐτράποντο. εἶτα οἱ μὲν αὐτῶν νόμῳ πολέμου ἐκτείνοντο καταλαμβανόμενοι, πλείους δ' ἐπ
ἀλλήλοις πίπτοντες τοῖς οἰκείοις κατεβάλλοντο ξίφεσιν.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.