μὴν εὐπορῶν αἰτίας μηδ' ἔχων ὅπη τοῖς ἀνδράσι καταμέμψοιτο, νόμον ἐκπέμπει διακελευόμενον. μηδαμῆ μηδαμῶς ἀλλάλοις ἐπικοινωνεῖν τοῦς ἐπισκόπους, μηδ' ἐπιδημεῖν αὐτῶν ἐξεῖναί τινι τῇ τοῦ πέλας λυσιτελῶν μηδέ γε συνόδους μηδὲ βουλὰς καὶ διασκέψεις περι τῶν λυσιτελῶν ποιεῖσθαι. τὸ δ' ἧν παραλύειν τῆς καθ' ἡμῶν ἐπηρείας.
ἢ γὰρ παραβαίνοντας τὸν νόμον ἐχρῆν ὑποβάλλεσθαι τιμωρίᾳ, ἢ πειθαρχοῦντας τῷ παραγγέλματι παραλύειν ἐκκλησίας θεσμούς. ἄλλως γὰρ οὐ δυνατὸν τὰ μεγάλα τῶν σκεμμάτων ἢ διὰ συνόδων κατορθώσεως τυγχάνειν. ἐπισκόπων γοῡν οὐδ' ἐτέρως ἢ μόνον οὕτω γίνεσθαι τὰς χειροτονίας θεσμοὶ προ διειλήφασι θείοι. καὶ ἄλλως δ’ 1 2 ὁ θεομισὴς τῷ θεοφιλεῖ τάναντία πράττειν ἐγνωκὼς τὰ τοιάδε παρήγγελλεν. ὁ μὲν γὰρ τοὺς ἱερεῖς τοῦ θεοῦ τῇ πρὸς τὸν ἱερὸν νόμον τιμῇ, εἰρήνης τε καὶ ὁμονοίας ἐξάρχων, ἐπὶ ταὐτὸν συνῆγεν, ὁ δὲ τὰ καλὰ παραλύειν μηχανώμενος διασκεδάζειν τὴν σύμφωνον ἁρμονίαν
ἐπειρᾶτο.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.