ἑῴαν λαχόντων παρεῖχε τὴν ἐξουσίαν, ὁ δὲ τούτοις τἀναντία γινώσκων παντοίας κατὰ τοῦ κρείττονος μηχανὰς συνεσκευάζετο ἄλλοτ ἄλλους ἐπινοῶν ἐπιβουλῆς τρόπους, ὡς ἂν κακοῖς τὸν εὐεργέτην ἀμείψοιτο. καὶ τὰ μὲν πρῶτα φιλίαν ὐποκοριζόμενος δόλῳ καὶ ἀπάτῃ πάντ' ἔπραττεν, ἐφ' οἷς ἐτόλμα λήσεσθαι ἐλπίζων, τῷ δὲ
ἄρα θεὸς τὰς ἐν σκότῳ μηχανωμένας ἐπιβουλὰς καταφώρους ἐποίει. ὁ δ' ὡς ἐπὶ τοῖς πρώτοις ἠλίσκετο, ἐπὶ δευτέρας ἀπάτας ἐχώρει, νῦν μὲν φιλικὰς προτείνων δεξιὰς νῦν δὲ συνθήκας ὁρκωμοσίοις πιστούμενος. εἶτ' ἀθρόως ἀθετῶν τὰ δεδογμένα, καὶ αὖθις ἀντιβολῶν διà πρεσβείας, καὶ πάλιν ἀσχημονῶν ταῖς ψευδολογίαις, τέλος προφανῆ
πόλεμον ἀνακηρύττει, ἀπονοίᾳ τε λογισμοῦ κατ' αὐτοῦ λοιπὸν τοῦ θεοῦ ὅν ἠπίστατο σέβειν τὸν βασιλέα παρατάττεσθαι ὡρμᾶτο.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.