μεμετρημένον ἀπεδίδου λόγον, προσφωνῶν τὸν βασιλέα τῷ τε παντοκράτορι θεῷ χαριστήριον ἐπ' αὐτῷ ποιούμενος ὕμνον.ἐπειδὴ δὲ καὶ αὐτὸς καθῆστο, σιγὴ μὲν ἐγίγνετο πάντων ἀτενὲς εὶς βασιλέα βλεπόντων, ὁ δὲ φαιδροῖς ὄμμασι τοὺς πάντας γαληνῶς ἐμβλέψας κἄπειτα συναγαγὼν αὐτὸς πρὸς ἑαυτὸν τὴν διάνοιαν ἡσύχῷ καὶ
πραείαᾳ φωνῇ τοῖον ἀπέδωκε λόγον.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.