καταναγκασθέντες, ὅτι μὴ τοῖς διώξασιν εἶξαν παριδόντες τὴν πίστιν, τῶν ὄντων ἐστέροντο καὶ αὐτοί, ἢ εἴ γέ τινες οὐδὲ καταγνωσθέντες θάνατον στέρησιν ἐδυστύχησαν τῶν ὄντων, τούτων τοῖς πρὸς γένους προσνέμεσθαι τοὺς κλήρους προστάττομεν. πάντως δὲ διαγορευόντων τῶν νόμων τῶν ἀγχιστέων τοὺς ἐγγυτέρω, ῥᾀδιον διαγινώσκειν
οἶς προσήκουσιν οἱ κλῆροι, καὶ ὅτι οὑτοι κατὰ λόγον ἐπὶ τὴν διαόοχὴν ἔλθοιεν ἄν,. οἵπερ ἠσαν οἰκειότεροι καὶ αὐτομάτῳ χρησαμένων ἐκείνων τῷ τέλει.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.