ἐξορίαν ἐδίδου, τούς τ’ ἐκ προτέρων ἀνδραγθημάτων τιμῆς καὶ ἀξιωμάτων παρ' αὐτῷ λαχόντας δουλεύειν ἑτέροις οἰκετικάς τε ποιεῖσθαι διακονίας προσέταττεν, πάντων δὲ τὰς ὑπάρξεις ἀντὶ ἑρμαίου προαρπάζων ἤδη καὶ θάνατον ἠπείλει τοῖς τὸ σωτήριον ἐπιγραφομένοις ὅνομα. ὁ δὲ αὐτός γε τοι τὴν ψυχὴν ἐμπαθῆ καὶ ἀκόλαστον
κεκτημένος μυρίας τε δρῶν μοιχείας ἐπιρρήτους τ΄ αἰσχρουργίας, τὸν σωφροσύνης κόσμον τῆς τῶν ἀνθρώπων ἀπεγίνωσκε φύσεως, ἐλέγχῳ κακῷ χρώμενος ἑαυτῷ.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.