ἕργοις αύτοῖς ἀνυμνήσας, μετ΄ ἐπινικίων εἰσήλαυνεν εἰς τὴν βασιλεύουσαν πόλιν. πάντες δ' ἀθρόως αὐτὸν οἵ τ’ ἀπὸ τῆς συγκλή- του βουλῆς οἴ τ' ἄλλως ἐπιφανεῖς καὶ διάσημοι τῶν τῇδε, ὥσπερ ἐξ εἰργμῶν ἠλευθερωμένοι σὺν παντὶ δήμῳ Ῥωμαίων φαιδροῖς ὄμμασιν αὐταῖς ψυχαῖς μετ΄ εὐφημιῶν· καὶ ἀπλήστου χαρᾶς ὺπεδέχοντο, ὸμοῦ
τ' ἄνδρες ἅμα γυναιξὶ καὶ παισὶ καὶ οἰκετῶν μυρίοις πλήθεσι λυτρωτὴν αὐτὸν σωτῆρά τε καὶ εὐεργέτην βοαῖς ἀσχέτοις ἐπεφώνουν. ὁ δ' ἔμφυτον τὴν εἰς τὸν θεὸν εὐσέβειαν κεκτημένος μήδ' ἐπὶ ταῖς βοαῖς χαυνούμενος μήδ' ἐπαιρόμενος τοῖς ἐπαίνοις τῆς δ’ ἐκ θεοῦ συνῃσθημένος βοηθείας, εὐχαριστήριον ἀπεδίδου παραχρῆμα εὐχὴν τῷ
τῆς νίκης αἰτίῳ.
Vita Constantini. Eusebius. ed. Ivar A. Heikel. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.