υἱὸν καὶ τὸ ἅγιον πνεῦμα, Σαβελλίου γὰρ καὶ τοῦτο. ὃ δὴ καὶ τουτο. ο δη καὶ συνιεὶς τὰς αὐτὸ Μάρκελλος ὧδέ πη γράφων ἀπεφαίνετο γραφάς
ἑνότητι τῷ θεῷ διαφέρει· ἑνότητι γὰρ ὁ λόγος καὶ τὸ πνεῦμα τῶ θεῶ διαφέρει μόνα.
σωτήρ φησιν περὶ τοῦ πνεύματος ὅτι »οὐκ ἀφ’ ἑαυτοῦ λαλήσει, ἀλλ’ ὅσα ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνός με δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ 83r λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«, οὐ σαφῶς καὶ φανερῶς ἐνταῦθα ἀπορρήτῳ δὲ λόγῳ ἡ μονὰς πλατυνομένη μὲν εἰς τριάδα, διαιρεῖσθαι δὲ μηδαμῶς ὑπομένουσα;
εἰ γὰρ ὁ μὲν λόγος ἐκ τοῦ πατρὸς ἐκπορεύεται, τὸ δὲ πνεῦμα καὶ αὐτὸ ὁμολογεῖται ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι, αὖθίς τε περὶ τοῦ πνεύματος τὸν σωτῆρα λέγειν »ἐκεῖνος ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὺμῖν«, οὐκ ἄρα πρόδηλόν ἐστιν κεκρυμμένον ἀνακαλύπτεσθαί τι μυστήριον; πῶς γάρ, εἰ μὴ ἡ μονὰς ἀδιαίρετος
οὖσα εἰς τριάδα πλατύνοιτο, ἐγχωρεῖ αὐτὸν περὶ τοῦ πνεύματος ποτὲ μὲν λέγειν ὅτι ἐκ τοῦ πατρὸς ἐκπορεύεται, ποτὲ δὲ λέγειν »ἐκεῖνος ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«, αὐθίς τε ἐμφυσήσαντα τοῖς μαθηταῖς »λάβετε πνεῦμα ἅγιον« εἰρηκέναι;
ταύτην λαμβάνειν ἐπαγγέλλεται; ἀνάγκη γὰρ εἰ δύο διαιρούμενα, ὡς Ἀστέριος ἔφη, πρόσωπα εἴη, ἢ τὸ πνεῦμα ἐκ τοῦ πατρὸς ἐκπορευόμενον μὴ δεῖσθαι τῆς παρὰ τοῦ υἱοῦ διακονίας (πᾶν γὰρ τὸ ἐκ πατρὸς ἐκπορευόμενον τέλειον εἶναι ἀνάγκη, προσδεόμενον τῆς παρ’ ἑτέρου βοηθείας), ἤ, εἰ παρὰ τοῦ
υἱοῦ λαμβάνοι καὶ ἐκ τῆς ἐκείνου δυνάμεως διακονοίη τὴν χάριν, μηκέτι ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι.
ἐξῆλθεν. πῶς οὑν, εἰ ἐκ τοῦ λόγου τὸ πνεῦμα προῆλθεν, πάλιν τὸ αὐτὸ ἐκ τοῦ πατρὸς ἐκπορεύεται;
ἐκπορεύεσθαι λέγεται καὶ τὸ ἅγιον πνεῦμα ὁμοίως, οὐδὲ νοῆσαι δεδύνηται πῶς περὶ τοῦ ἁγίου πνεύματος εἶπεν ὁ σωτὴρ τὸ »ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«, οὐδὲ πῶς τοῖς αὐτοῦ μαθηταῖς ἐμφυσήσας ἔφη »λάβετε πνεῦμα ἅγιον«. ὃ δὴ τοῖς εὐσεβῶς θεωροῦσιν ῥᾳδίαν ἕξει τὴν λύσιν, εἰ λογίσαιτό τις ὡς ὁ υἱὸς ἀεὶ συνὼν καὶ
συμπαρὼν τῷ πατρὶ εἴσω που ὥσπερ ἐν ἀδύτοις καὶ ἀβάτοις τῆς πατρικῆς βασιλείας ἐτύγχανεν ὤν, εἶτα δὲ ἐπὶ σωτηρίᾳ τοῦ τῶν ἀνθρώπων γένους πρὸς τοῦ πατρὸς ἐκπεμπόμενος ἐκ τοῦ πατρὸς ἐξεληλυθέναι ἑαυτὸν ἔλεγεν. ὃ δὴ καὶ ἑτέρωθι διὰ παραβολῆς ἐδήλου περὶ ἑαυτοῦ λέγων »ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι«·
τῶν ἐνδοτάτω βασιλείων τῆς πατρικῆς θεότητος; κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ ἅγιον πνεῦμα παρεστὸς ἀεὶ τῷ θρόνῳ τοῦ θεοῦ, ἐπεὶ καὶ »μυρίαι μυριάδες« παρεστήκασιν αὐτῷ κατὰ τὸν Δανιήλ, ἀπεστέλλετο καὶ αὐτό, ποτὲ μὲν ἐν εἴδει περιστερᾶς ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, ποτὲ δὲ ἐφ’ ἕκαστον τῶν προφητῶν καὶ τῶν ἀποστόλων·
διὸ ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι καὶ αὐτὸ εἴρηται. καὶ τί θαυμάζεις; ὁπότε καὶ περὶ τοῦ διαβόλου λέλεκται »καὶ ἐξῆλθεν ὁ διάβολος παρὰ τοῦ κυρίου« καὶ δεύτερον πάλιν εἴρηται »ἐξῆλθεν δὲ ὁ διάβολος ἀπὸ τοῦ κυρίου« εὕροις δ’ ἂν καὶ ἐπὶ τοῦ Ἀχαάβ, ἔνθ’ ἐπιφέρει ἡ γραφὴ 83v »καὶ ἐξῆλθεν πνεῦμα πονηρὸν καὶ ἔστη ἐνώπιον κυρίου καὶ
εἶπεν· ἐγὼ ἀπατήσω αὐτόν«.
παρίστησιν λέγων »ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«. ἄντικρυς γὰρ παραστατικὸν ἂν εἴη τοῦτο τοῦ μὴ εἶναι ὲν καὶ ταὐτὸν τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα· τὸ γὰρ παρ’ ἑτέρου λαμβάνον τι ἕτερον παρὰ τὸν διδόντα νοεῖται 170
De Ecclesiastica Theologia. Eusebius of Caesarea. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.