(Nr. 60)
ἀδύνατον γὰρ τρεῖς ὑποστάσεις οὔσας ἑνοῦσθαι μονάδι, εἰ μὴ πρότερον ἡ τριὰς τὴν ἀρχὴν ἀπὸ μονάδος ἔχοι. | ἐκεῖνα γὰρ ἀνακεφαλαιοῦσθαι ἔφησεν μονάδι ὁ ἱερὸς Παῦλος. ἅ μηδὲν τῇ ἑνότητι τῷ θεῷ διαφέρει· ἑνότητι γὰρ ὁ λόγος καὶ τὸ πνεῦμα τῷ θεῷ διαφέρει μόνα.(Nr. 60)
εἰ τοίνυν ὁ λόγος φαίνοιτο ἐξ αὐτοῦ τοῦ πατρὸς ἐξελθὼν καὶ πρὸς ἡμᾶς ἐληλυθώς, τὸ δὲ πνεῦμα τὸ ἅγιον, ὡς καὶ Ἀστέριος ὡμολόγησεν. παρὰ τοῦ πατρὸς ἐκπορεύεται, αὖθίς τε ὁ σωτήρ φησιν περὶ τοῦ πνεύματος ὅτι »οὐκ ἀφ’ ἑαυτοῦ λαλήσει, ἀλλ’ ὅσα ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνός με δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν« , οὐ σαφῶς καὶ φανερῶς ἐνταῦθα ἀπορρήτῳ 〈δὲ〉 λόγῳ ἡ μονὰς φαίνεται. πλατυνομένη μὲν εἰς τριάδα, διαιρεῖσθαι δὲ μηδαμῶς ὑπομένουσα;(Nr. 60)
εἰ δὲ τὸ Εὐαγγέλιον ὅτι ἐμφυσήσας τοῖς μαθηταῖς »λάβετε πνεῦμα ἅγιον« ἔφησεν, δῆλον ὅτι ἐκ τοῦ λόγου τὸ πνεῦμα ἐξῆλθεν. πῶς οὖν, εἰ ἐκ τοῦ λόγου τὸ πνεῦμα προῆλθεν, πάλιν τὸ αὐτὸ ἐκ τοῦ πατρὸς ἐκπορεύεται;(Nr. 60)
οὐκ ὀρθῶς οὖν οὐδὲ προσηκόντως εἴρηκεν τρεῖς ὑποστάσεις εἶναι, φήσας οὐχ ἅπαξ ἀλλὰ καὶ δεύτερον.De Ecclesiastica Theologia. Eusebius of Caesarea. ed. Erich Klostermann. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.