τῶν ἐνδοτάτω βασιλείων τῆς πατρικῆς θεότητος; κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ ἅγιον πνεῦμα παρεστὸς ἀεὶ τῷ θρόνῳ τοῦ θεοῦ, ἐπεὶ καὶ »μυρίαι μυριάδες« παρεστήκασιν αὐτῷ κατὰ τὸν Δανιήλ, ἀπεστέλλετο καὶ αὐτό, ποτὲ μὲν ἐν εἴδει περιστερᾶς ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, ποτὲ δὲ ἐφ’ ἕκαστον τῶν προφητῶν καὶ τῶν ἀποστόλων·
De Ecclesiastica Theologia. Eusebius of Caesarea. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.