τοῖς πᾶσιν ἐνδείκνυται, ὅτι τε ἢν καὶ προῆν καὶ τοῦ σύμπαντος κόσμου προὐπῆρχέν τε καὶ καθηγεῖτο ἀναγκαίως διδάσκων. Μωσέως γὰρ ἐν τῇ κοσμοποιίᾳ τῶν μὲν ὑπερκοσμίων καὶ ἀφανῶν δυνάμεων μηδεμίαν μνήμην πεποιημένου διὰ τὸ ἀτελὲς τῶν δι’ αὐτοῦ παιδαγωγουμένων, τοῦ δὲ ὁρατοῦ κόσμου τὴν σύστασιν διεξελθόντος,
τεττάρων τε στοιχείων ἐν ἀρχῇ μνημονεύσαντος | οὐρανοῦ καὶ γῆς καὶ ἀβύσσου καὶ ὕδατος, καὶ δύο μὲν πεποιῆσθαι ὑπὸ τοῦ θεοῦ εἰρηκότος (»ἐν ἀρχῇ« γάρ φησιν »ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν τὴν γῆν«), οὐκέτι δὲ ὁμοίως καὶ ἐπὶ τοῦ ὕδατος καὶ τῆς ἀβύσσου μνησθέντος ὡς ἄρα εἴη καὶ ταῦτα γενητά, ἀλλ’ ἁπλῶς εἰρηκότος
»καὶ σκότος ἐπάνω τῆς ἀβύσσου· καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω 1 2 τοῦ ὕδατος«. ἀναγκαίως διὰ τῶν προκειμένων διδάσκει καὶ περὶ αὐτῶν ὁ υἱὸς τοῦ θεοῦ ὅτι τε γενητὰ εἴη καὶ ὡς αὐτὸς πρὸ πάντων εἴη καὶ δι’ αὐτοῦ τὰ πάντα πεποίητο.
De Ecclesiastica Theologia. Eusebius of Caesarea. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.