δὲ πρῶτον ἐπιτηρητέον ὡς ἀπολύτως σοφία ὠνόμασται· »έγώ« 2 3 γάρ φησιν » ἡ σοφία κατεοκήνωοα βουλὴν« καὶ οὐκ εἴρηται· σοφία τοῦ θεοῦ. ἀλλ’ ὥσπερ παρὰ τῴ εὐαγγελιστῇ τὸ »ἐν ἀρχῇ ἦν ὁ λόγος« ἀπολύτως ἐγράφετο, καὶ πάλιν »ὁ λόγος ἦν πρὸς τὸν θεόν«, καὶ οὐκ εἴρητο· ὁ λόγος τοῦ θεοῦ, ἵνα μὴ τῶν πρός τι νομίσῃ τις
αὐτὸν λέγεσθαι, μηδ’ ὡς συμβεβηκότα ἐν τῷ θεῷ, ἀλλ’ ὡς ὑφεστῶτα καὶ ζῶντα (διὸ ἐπιλέγει »καὶ θεὸς ἦν ὁ λόγος«, οὐκ εἰπών· καὶ θεοῦ ἦν ὁ λόγος), οὕτως καὶ ἐπὶ τῆς σοφίας·
εἴρηται τὸν τρόπον »μακάριος ἀνὴρ ὃς εὗρεν σοφίαν« καὶ »ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν« καὶ »εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι« καὶ »σὺ τὴν σοφίαν κήρυξον, ἵνα φρόνησίς σοι ἐπακολουθήσῃ«
τούτοις ἀδελφὰ ἐν τῇ αὐτῇ φέρεται βίβλῳ· δι’ ὡν οὐδαμοῦ σοφία θεοῦ ὠνόμασται, ἀλλὰ ἀδιορίστως ἡ σοφία, ἵνα μὴ σύμβαμά τι νομίσωμεν αὐτὴν εἶναι περὶ τὸν θεόν, ὡς ἐν τῷ ἐπιστήμονι ἀνδρὶ τὴν ἐπιστήμην, ἀλλ’ ὑφεστῶσαν καὶ ξῶσαν σοφίαν, τὴν αὐτὴν οὖσαν τῷ υἱῷ τοῦ θεοῦ.
θεὸν σοφὸν ὑπολάβοι εἶναι τὴν ἐνταῦθα λεγομένην σοφίαν, ἐπακουσάτω λεγούσης τῆς γραφῆς »εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι«. τίς δ’ ἂν οὕτω μανείη, ὡς τὸν ἐπὶ πάντων θεὸν καὶ τὴν ἐν αὐτῷ σοφὴν ἕξιν ὑπολαβεῖν ἀδελφὴν τῶν ἐν ἀνθρώποις κατορθούντων λέγεσθαι;
(»Χριστὸς« γὰρ »θεοῦ δύναμις καὶ θεοῦ σοφία«), οὐδὲν ἐμποδὼν ἔσται τῇ διανοίᾳ, ἐπεὶ καὶ τὴν πρὸς ἡμὰς οὐκ ἀναίνεται ἀδελφότητα δι’ ὑπερβολὴν φιλανθρωπίας. εἰ δὲ ἓν καὶ ταὐτὸν ἦν ὁ θεὸς καὶ ἡ ἐν ταῖς Παροιμίαις εἰσαγομένη σοφία, ἕξις ἕξις οὐσα ἐν αὐτῷ νοουμένη καθ’ ὃ σοφὸς ὁ θεός, τί ἐκώλυεν ἀντὶ τῆς σοφίας τὸν θεὸν ἀναγεγράφθαι;
ὥστε τὸ »ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισεν στύλους ἑπτά« καὶ τὰ τούτοις συνημμένα εἰρῆσθαι ἀντὶ τοῦ· ὁ θεὸς ᾠκοδόμησεν ἑαυτῷ οἶκον καὶ τὰ ἑξῆς,
φωνὴ οὐκ ἔχουσα ἁρμονίαν.
τούτων ὧδέ πη κατεσκευασμένων, ἀκόλουθόν ἐστιν μετὰ τῶν προεκτεθέντων ἁπάντων ἐξ αὐτοῦ τοῦ προσώπου καὶ τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ« λελέχθαι· εἰ δὲ ψεῖ ἐκτίσθαι ἑαυτόν, οὐχ ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρελθὼν τοῦτ’ ἂν εἴποι οὐδ᾿ ὡς ὁμοίως τοῖς λοιποῖς κτίσμασιν καὶ αὐτὸς ἐκ
τοῦ μὴ ὄντος γεγονώς, ᾖ τινες οὐκ ὀρθῶς ὑπειλήφασιν, ἀλλ’ ὡς ὑφεστὼς μὲν καὶ ζῶν, προών τε καὶ προὐπάρχων τῆς τοῦ παντὸς κόσμου συστάσεως, 151 ἄρχειν 76v δὲ τῶν ὅλων ὑπὸ κυρίου, τοῦ αὐτοῦ πατρός, κατατεταγμένος, τοῦ »ἔκτισεν« ἐνταῦθα ἀντὶ τοῦ κατέταξεν ἢ κατέστησεν εἰρημένου.
καὶ ἡγεμόνας κτίσιν ὠνόμασεν ὁ εἰπὼν ἀπόστολος »ὑποτάγητε πάσῃ κτίσει ἀνθρωπίνῃ διὰ τὸν κύριον· εἴτε βασιλεῖ ὡς ὑπερέχοντι, ἄτε ἡγεμόσιν ὡς δι’ αὐτοῦ πεμπομένοις«.
τὸν Χριστὸν αὐτοῦ« καὶ τὸ »γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον« τὸ κτίζων τὐκ ἐπὶ γεγονότος ἐξ ἀνυπαρξίας παρείληφεν. οὐ γὰρ τότε ἔκτισεν ὁ θεὸς τὸ πνεῦμα, ὅτε τὸν Χριστὸν αὐτοῦ δι’ αὐτοῦ πᾶσιν ἀνθρώποις κατήγγειλεν·
προϋπῆρχεν, ἀπεστέλλετο δὲ καθ’ ὃν καιρὸν ἦσαν οἱ ἀπόστολοι συνηγμένοι· ὅτε δίκην βροντῆς »ἐγένετο ἦχος ἐκ τοῦ οὐρανοῦ, ὥσπερ φερομένης πνοῆς βιαίας«, ἐπληρώθησάν τε »πνεύματος ἁγίου«, καὶ 6 7 οὕτως εἰς πάντας ἀνθρώπους τὸν Χριστὸν τοῦ θεοῦ κατήγγειλαν ἀκολούθως τῇ προφητείᾳ φησάσῃ »διότι ἰδοὺ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀναγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ« τοῦ μὲν »κτίζων« ἀντὶ τοῦ καταπέμπων ἢ κατατάσσων εἰρημένου, τῆς
δὲ βροντῆς καθ’ ἕτερον τρόπον τὸ εὐαγγελικὸν κήρυγμα δηλούσης. καὶ ὁ λέγων δὲ »καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός« , οὐχ ὡς μὴ ἔχων καρδίαν τοῦτ’ ἔλεγεν, καθαρὰν δὲ αὐτῷ τὴν διάνοιαν ἀποτελεσθῆναι ηὔχετο.
ἐστιν καὶ τὸ »ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα« καὶ τὸ »εἴ τις οὖν ἐν Χριστῷ, καινὴ κτίσις« καὶ ὅσα ἄλλα εὕροι ἄν τις τοιουτότροπα τὴν θεόπνευστον γραφὴν διερευνώμενος. μὴ θαυμάσῃς οὑν εἰ μεταφορικῶς καὶ ἐν τῷ »κύριος ἔκτισέν με ἀρχὴν ὑδῶν αὐτοῦ« τὸ ἔκτισεν ἀντὶ τοῦ κατέστησεν ἢ κατέταξεν εἰς τὸ
ἄρχειν εἴρηται, ἐπεὶ καὶ ἐν Εὐαγγελίοις λεγομένου ὑπὸ τοῦ σωτῆρος ἡμῶν τοῦ »ἐξομολγοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις« οὐ τὴν τῶν ἁμαρτημάτων ὁμολογίαν 152 καθ’ ὃ λέ- λέκται ἐν ἑτέροις »ἐξομολογεῖσθε ἀλλήλοις τὰς ἁμαρτίας«) φαμὲν
ὑπὸ τοῦ σωτῆρος δηλοῦσθαι, ἀλλὰ τὴν ἐπὶ τοῖς νηπίοις εὐχαριστίαν ἀντὶ τοῦ »εὐχαριστῶ σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς« τοῦ ἐξομολογεῖσθαι λελεγμένου.
πραγμάτων κατηγορούμενα, περὶ ὦν μακρὸν ἂν εἴη καὶ οὐ τοῦ παροντος καιροῦ διεξιέναι.
αὐτοῦ«. τοῦτο δὲ μάλιστα παρίστησιν ἡ Ἑβραικὴ λέξις.
καὶ ἔχοι γ’ ἂν λόγον ἡ ἑρμηνεία. τὸ γὰρ κεφάλαιον τῆς τῶν γενητῶν ἁπάντων, ὁρωμένων τε καὶ ἀφανῶν, συστάσεως τε καὶ σωτηρίας αὐτὸς ἦν, ὃν ἐγέννα μὲν ὁ πατὴρ υἱὸν μονογενῆ, γεννήσας δὲ κατέταττεν σωτῆρα τῶν ὅλων, ἀνακεφαλαιούμενος ἐν αὐτῷ καὶ δι’ αὐτοῦ τὴν διάταξιν τοῦ παντός, ὡς ἐδίδαξεν ὁ θεῖος ἀπόστολος
εἰπὼν »ἀνακεφαλαιώσασθαι πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς«, ὡς μὴ μόνον τὰ σύμπαντα δι’ αὐτοῦ συστῆναι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι προελθόντα, ἀλλὰ καὶ τῆς τώ ὅλων διοικήσεως τὴν πρόνοιαν ἀναδέχεσθαι αὐτὸν ἅτε λόγον ὄντα καὶ σοφίαν καὶ ζωὴν παντός τε καλοῦ καὶ ἀγαθοῦ πλήρωμα, ὡς δι’
αὐτοῦ κυβερνᾶσθαι καὶ διασῴζεσθαι τὰ σύμπαντα.
υἱοῦ τοῦ θεοῦ τὰ σύμπαντα διοικεῖται. ταῦτ’ οὑν διὰ τῶν προεκτεθέντων ἐδίδασκεν, προὔτρεπέν τε ἔχεσθαι αὐτοῦ φάσκων »ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ 153 οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσιν«, ἀπέτρεπέν τε τῆς ἐναντίας ὁδοῦ δι’ ὧν ἐπήγαγεν »ἐμίσησα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν«.
θεοῦ υἱὸς (αὐτὸς γὰρ ἠν ἡ σοφία) διαστειλάμενος, ἑξῆς τοῖς δι’ αὐτώ προωφελημένοις τὴν μυστικὴν περὶ ἑαυτοῦ γνῶσιν παραδίδωσιν λέγων »ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γιγνόμενα, παραδίδωσιν τὰ ἐξ αἰῶνος ἀριθμῆσαι«.
τοῦ παντὸς αἰῶνος ἔργων ἐμαυτοῦ μνημονεῦσαι καὶ παραστῆσαι ὡς ἐπὶ τούτῳ με ὁ γεννήσας πατὴρ ἄρχειν τῶν ὅλων κατέστησεν, ἐφ’ ῲ τε ἡγεῖσθαι τῶν ὁδῶν αὐτοῦ καὶ τῶν ὑπ’ αὐτοῦ δι’ ἐμοῦ πεποιημένων ἔργων. διὸ ἀκολούθως ἐπάγει τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«, ἢ »κύριος ἐκτήσατό με« κατὰ τὴν ἀποδοθεῖσαν
ἑρμηνείαν.
ἐκείνῳ »ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ«, τῆς Ἑβραικῆς φωνῆς ἀντὶ τοῦ »ἐκτησάμην« κανιθει περιεχούσης·
με ἀρχὴν ὀδών αὐτοῦ εἰς ἔργα αὐτοῦ«. καὶ ἐνταῦθα γὰρ 77v τῆς κανα λέξεως, τὸ »ἐκτήσατο« πάντες συμφώνως ἐκδεδώκασιν οἱ ἑρμηνευταί·
κοινοτέραν διάνοιαν τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πάροδον σημαίνειν, τὴν δὲ κτῆσιν τοῦ προϋπάρχοντος ἰσιάζουσαν οἰκειότητα πρὸς τὸν κτώμενον.
ὁμοῦ καὶ τὸ χρήσιμον 154 καὶ ἀναγκαῖον τῆς οἰκείας περὶ τὰ πατρῷα ἔργα προνοίας τε καὶ διοικήσεως.
τοῖς πᾶσιν ἐνδείκνυται, ὅτι τε ἢν καὶ προῆν καὶ τοῦ σύμπαντος κόσμου προὐπῆρχέν τε καὶ καθηγεῖτο ἀναγκαίως διδάσκων. Μωσέως γὰρ ἐν τῇ κοσμοποιίᾳ τῶν μὲν ὑπερκοσμίων καὶ ἀφανῶν δυνάμεων μηδεμίαν μνήμην πεποιημένου διὰ τὸ ἀτελὲς τῶν δι’ αὐτοῦ παιδαγωγουμένων, τοῦ δὲ ὁρατοῦ κόσμου τὴν σύστασιν διεξελθόντος,
τεττάρων τε στοιχείων ἐν ἀρχῇ μνημονεύσαντος | οὐρανοῦ καὶ γῆς καὶ ἀβύσσου καὶ ὕδατος, καὶ δύο μὲν πεποιῆσθαι ὑπὸ τοῦ θεοῦ εἰρηκότος (»ἐν ἀρχῇ« γάρ φησιν »ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν τὴν γῆν«), οὐκέτι δὲ ὁμοίως καὶ ἐπὶ τοῦ ὕδατος καὶ τῆς ἀβύσσου μνησθέντος ὡς ἄρα εἴη καὶ ταῦτα γενητά, ἀλλ’ ἁπλῶς εἰρηκότος
»καὶ σκότος ἐπάνω τῆς ἀβύσσου· καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω 12 13 τοῦ ὕδατος«. ἀναγκαίως διὰ τῶν προκειμένων διδάσκει καὶ περὶ αὐτῶν ὁ υἱὸς τοῦ θεοῦ ὅτι τε γενητὰ εἴη καὶ ὡς αὐτὸς πρὸ πάντων εἴη καὶ δι’ αὐτοῦ τὰ πάντα πεποίητο.
ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων«. τριῶν δὲ τούτων μνημονεύσας, γῆς καὶ ἀβύσσου καὶ ὕδατος τὸ τέταρτον ἐπάγει τελευταῖον τὸ κρεῖττον φυλάξας τὸν οὐρανόν· διὸ ἐπιφέρει ἑξῆς »ἡνίκα ὴτοίμαζεν τὸν οὐρανὸν συμπαρήμην αὐτῷ«. τούτων τοίνυν ὑπὸ τῆς θείας γραφῆς ἐναργῶς παρισταμένων,
τε παρ’ ἡμῶν ὡς ἐν ἐπιτομῇ διηγήσεως τετυχηκότων, ἐπακούσωμεν ὅπως Μάρκελλος χαμαὶ βαλὼν τὴν διάνοιαν ταῦτα πάντα διισχυρίζεται περὶ τῆς σαρκὸς εἰρῆσθαι, ἡς ἀνείληφεν ὁ σωτήρ, γράφων κατὰ λέξιν τοῦτον τὸν τρόπον
τῇ διανοίᾳ τὸ παροιμιωδῶς εἰρημένον τουτὶ κεφάλαιον »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ«. ἔκτισεν γὰρ ἀληθῶς τὸ μὴ ὂν πεποιηκὼς ὁ δεσπότης ἡμῶν ὁ θεός· οὐκ οὖσαν γὰρ τὴν σάρκα, ἣν ἀνείληφεν ὁ λόγος, ἀλλὰ μὴ οὖσαν ἔκτισεν.
δύσβατον καὶ ὥσπερ τινὰ ἀνεξίτητον ἑαυτῷ περινοήσας ὁδόν.
τοῦτο δ’ εἰπὼν ἐπὶ τὴν σάρκα τοῦ σωτῆρος ἡμῶν καταβάλλει τὴν διάνοιαν, ἑξῆς ἐπιλέγων
καὶ οὐ συνίησιν ὁ γενναῖος ὡς μία τις ἐστιν ἔκφρασις καὶ ἓν πρώσωπον τυγχάνει τὸ φῆσαν »ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν« καὶ τὸ »κύριος ἔκτισέν με«· ὥστε εἰ ἐπὶ τὴν σάρκα ἀνάγοιτο θάτερον, ἀνάγκη καὶ τὸ ἕτερον· καὶ ἡ σοφία ἔσται ἡ τὰ ἀμφότερα λέγουσα.
ὁδῶν αύτοῦ«, αὕτη ἂν εἴη ἡ σοφία· καὶ ἔσται ἡ σὰρξ ἡ φάσκουσα »δι᾿ ἐμοῦ βασιλεῖς βασιλεύουσιν« καὶ »δι᾿ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται«. δ’ ἂν εἴποι ἡ σὰρξ τὸ »μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι«, οἷς ἐπάγει τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ«; ὁ δὲ καὶ τίνες αἱ ὁδοὶ παρίστησιν λέγων ἑξῆς
ὁδῶν μετὰ τὴν πρώτην ὁδὸν ἀρχὴ γέγονεν, τὰς διὰ τῶν ἱερῶν ἀποστόλων δηλῶν παραδόσεις τῶν »μετὰ ὑψηλοῦ« κατὰ τὴν προφητείαν »κηρύγματος« κηρυξάντων ἡμῖν τὸ καινὸν τοῦτο μυστήριον.
De Ecclesiastica Theologia. Eusebius of Caesarea. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.