τῶν οὐρανῶν βασιλείαν τοῖς ταύτης ἀξίοις τοῦ σωτῆρος ἡμῶν πι- στουμένου, ὁ ἐπὶ πάντων θεὸς καὶ 192 πατὴρ αὐτοῦ, τὸ πάντων ἀνώ- τατὸν ἀγαθόν, αὐτὸς ἑαυτὸν τοῖς ὑπὸ τῷ υἱῷ βασιλευομένοις δωρή- σεται, »παντα ἐν πασιν« γιγνόμενος. ο δὴ παρίστη πάλιν αὐτὸς ο σωτὴρ καὶ κύριος ἡμῶν, τὴν μεγάλην εὐχὴν ὑπὲρ τῶν αὐτοῦ γνω-
ρίμων ἀναπέμπων »τῷ θεῷ καὶ πατρί«, δι’ ης ἐξαιτεῖται λέγων »ῖνα πάντες ἒν ὦσιν, καθὼς σύ. πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, ἵνα ὁ κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας.
De Ecclesiastica Theologia. Eusebius of Caesarea. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.