οὐχ ὡς μηκέτ’ ἐσομένου μετὰ ταῦτα λέλεκται, ἀλλ’ ὡς μέλλοντος κατὰ τὸν τῆς συντελείας καιρὸν διανίστασθαι ἀπὸ 88r τοῦ θρόνου τοῦ πατρικοῦ καὶ δευτέραν ποιεἰσθαι κάθοδον ἐκ τοῦ οὐρανοῦ, περὶ ἦς ὁ ἀπόστολος διδάσκει λέγων »ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ, καταβήσεται
ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται Πρῶτοι. ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρας καὶ οὕτω πάντοτε σὺν κυρίῳ ἐσόμεθα«. 183 δεῖ τοίνυν τὸν σωτῆρα μένειν ἐν οὐρανῷ καὶ καθέζεσθαι ἐν δεξιᾷ τοῦ πατρὸς »ἕως τῆς συντελείας«, κατὰ δὲ
αὐτὴν τὴν συντέλειαν τοῦ παντὸς τὴν ἔνδοξον καὶ δευτέραν αὐτοῦ παρουσίαν ποιησάμενος τοὺς ἁγίους αὐτοῦ παραλήψεται εἰς τὸ πάντοτε αὐτῷ συνεἷναι, οὐχὶ μέχρι τινὸς χρόνου ἀλλ’ εἰς ἄπειρον αἰῶνα·
De Ecclesiastica Theologia. Eusebius of Caesarea. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.