(Nr. 16)
ὥσπερ οὗν τὴν ἐκκλησίαν πάλαι προωρίσατο ὁ παντοκράτωρ θεός, οὕ〈τω〉 καὶ τὴν κατὰ σάρκα τοῦ Χριστοῦ οἰκονομίαν, δι’ οὗ τὸ τῶν θεοσεβῶν γένος »εἰς υἱοθεσίαν« καλέσαι προωρίσατο, πρότερον θεμελιώσας ἐν τῇ αὐτοῦ διανοίᾳ. διὰ τοῦτο ὁ ἀπόστολος τῷ ἁγίῳ πνεύματι σαφῶς προαγορεύει »τοῦ προορισθέντος υἱοῦ θεοῦ« λέγων.(Nr. 109)
οὗτός ἐστιν περὶ οὗ ὁ Παῦλος ἔφη »τοῦ προορισθέντος υἱοῦ θεοῦ«.Contra Marcellum. Eusebius of Caesarea. ed. Erich Klostermann. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.