(No. 1)
»ἡ δὲ ἡμετέρα Ἱερουσαλὴμ ἄνω ἐστίν· αὕτη γὰρ δουλεύει μετὰ τῶν τέκνων αὐτῆς«.(No. 1)
ὅτι οὐδὲν ὄνομα μεῖζον Ἰησοῦ τῶν ἐπὶ τῆς γῆς ὀνομασθέντων γέγονεν, μαρτυρεῖ μὲν τὸ εὐαγγέλιον, ἔνθα »ὁ ἄγγελος« τῇ Μαριὰμ »μὴ φοβοῦ« ἔφη »εὗρες γὰρ χάριν παρὰ τοῦ θεοῦ. καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.(Nr. 2)
οὐ μόνον τοίνυν τῆς »καινῆς κτίσεως« πρωτότοκον αὐτὸν ὁ ἀπόστολος εἶναι φησίν, ἀλλὰ καὶ πρωτότοκον »ἐκ νεκρῶν«, δι’ οὐδὲν ἕτερον, ἐμοὶ δοκεῖν, ἀλλ’ ἵνα διὰ τοῦ πρωτοτόκου »τῶν νεκρῶν«, ὅπως καὶ »πρωτότοκος ἁπάσης κτίσεως« εἴρηται, γνωσθῆναι δυνηθῇ. οὐ γὰρ ἐκ νεκρῶν ἀνέστη πρῶτος ὁ δεσπότης ἡμῶν Ἰησοῦς Χριστός· ἀλλ’ ὁ δι’ Ἐλισσαίου τοῦ προφήτου ἀναστὰς ἀνέστη πρότερος, καὶ Λάζαρος δὲ πρὸ τῆς αὐτοῦ ἀναστάσεως ἀνέστη, καὶ ἐν τῷ καιρῷ τοῦ πάθους »πολλὰ σώματα τῶν κεκοιμημένων« ἀνέστησαν.(Nr. 16)
ὥσπερ οὗν τὴν ἐκκλησίαν πάλαι προωρίσατο ὁ παντοκράτωρ θεός, οὕ〈τω〉 καὶ τὴν κατὰ σάρκα τοῦ Χριστοῦ οἰκονομίαν, δι’ οὗ τὸ τῶν θεοσεβῶν γένος »εἰς υἱοθεσίαν« καλέσαι προωρίσατο, πρότερον θεμελιώσας ἐν τῇ αὐτοῦ διανοίᾳ. διὰ τοῦτο ὁ ἀπόστολος τῷ ἁγίῳ πνεύματι σαφῶς προαγορεύει »τοῦ προορισθέντος υἱοῦ θεοῦ« λέγων.(Nr. 109)
οὗτός ἐστιν περὶ οὗ ὁ Παῦλος ἔφη »τοῦ προορισθέντος υἱοῦ θεοῦ«.(Nr. 23)
διὰ τοῦτο τοίνυν δοκεῖ μοι καλῶς ἔχειν ἔτι περὶ ὧν μηδέπω πρότερον διῆλθον νυνὶ διελθεῖν.(Nr. 25)
σκότους γὰρ ὄντος πρότερον διὰ τὴν τῆς θεοσεβείας ἄγνοιαν, τῆς δὲ ἡμέρας φαίνεσθαι μελλούσης (»ἐγὼ« γάρ »εἰμι« φησὶν »ἡ ἡμέρα«) εἰκότως τὸν ἀστέρα ἑωσφόρον ὀνομάζει.(Nr. 37)
ἐπειδὴ [τὴν] μετὰ τὴν τῆς σαρκὸς ἀνάληψιν Χριστός τε καὶ Ἰησοῦς κηρύττεται, ζωή τε καὶ ὁδὸς καὶ ἡμέρα.(Nr. 1)
»ἡ δὲ ἡμετέρα Ἱερουσαλὴμ ἄνω ἐστίν«.(Nr. 110)
τούτου γὰρ χάριν ὁ ἁγιώτατος προφήτης Σολομὼν »δέξασθαί τε στροφὰς λόγων« ἔφη, καὶ πάλιν »ῥήσεις τε σοφῶν καὶ αἰνίγματα«(Nr. 111)
διό μοι δοκεῖ ὁ σοφώτατος οὗτος προφήτης καὶ τὰ πρῶτα ῥήματα τῆς προφητείας παροιμιωδῶς εἰρηκέναι.Contra Marcellum. Eusebius of Caesarea. ed. Erich Klostermann. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.