ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. καὶ μεθ’ ἕτερα " ἄκουσον φησὶ) λαός μου, καὶ λαλήσω σοὶ, Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι. ὁ θεὸς ὁ θεός
σου εἰμὶ ἐγώ. οὐκ ἐπὶ ταῖς θυσίαις. σου ἐλέγξω σε. τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου εἰσὶ διὰ παντός.
ἔγνωκα πάντα τὰ πετηνὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ’ ἐμοῦ ἐστίν. ἐὰν πεινάσω, οὐ μή σοι εἴπω. ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ
τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως.”
παρίστησιν, αὖθις τὴν κλῆσιν σημαίνουσα τῶν d καθ’ ὅλης τῆς οἰκουμένης ἐθνῶν. " ἐκάλεσε γοῦν φησι ’ τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν.” σφόδρα δὲ ἀκολούθως μετὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ μετὰ τὴν κλῆσιν τῶν ἐθνῶν τὴν παραίτησιν
τῆς κατὰ τὸν Μώσεως νόμον σωματικωτέρας λατρείας διδάσκει, ἣ καὶ αὐτὴ τέλους ἔτυχε μετὰ τὴν τοῦ θεοῦ λόγου εἰς πάντας ἀνθρώπους ἐπιφάνειαν.
πάντα τὰ ἀπὸ ἀνατολῶν καὶ μέχρι δυσμῶν ἔθνη. πέταυται δὲ καὶ καθῄρηται ἡ κατὰ Ἰουδαίους θρησκεία, κατὰ τὴν καινὴν διαθήκην τοῦ εὐαγγελικοῦ κηρύγ 262 ματος, ἀλλ’ οὐ κατὰ τὸν Μώσεως νόμον, ἀνθρώπων εὐσεβεῖν παρηγγελμένων. ταῦτα δὲ καὶ ἐπὶ τὴν δευτέραν καὶ ἔνδοξον ἐπιφάνειαν τοῦ σωτῆρος ἀναφέροιτο ἄν.
b
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.