κύριος ἐν φωνῇ σάλπιγγος. ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε, ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε, ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεὸς, ψάλατε συνετῶς· ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη. ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὑτοῦ. ἄρχοντες λαῶν συνήχθησαν
c μετὰ τοῦ θεοῦ Ἀβραὰμ, ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν”
ἁπάντων κλῆσις θεσπίζεται, χαρὰς τε καὶ εὐφροσύνης σημεῖα ἐπὶ τῇ μελλούσῃ θεογνωσίᾳ τοῖς ἔθνεσιν ἅπασιν εὐαγγελίζεται, ὅτε κύριος αὐτὸς ὁ ὕψιστος μόνος θεὸς καὶ βασιλεὺς ἁπάσης τῆς γῆς ὁμολογηθεὶς ὑποτάξειν λαοὺς ἡμῖν λέλεκται,.
ἀποστόλων τοῦ σωτῆρος ἡμῶν, οἳ καὶ εἴποιεν ἂν τὸ ‟ἐξελέξατο ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ.”
σήμερον γεγέννηκά σε· αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.”
πεπιστευκότας τοῖς τούτων ὑποτετάχθαι λόγοις ἀκολούθως τοῖς προκειμένοις θεσπίσμασι. καὶ ταῦτα δὲ πάντα κατορθώσας ἐπὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ παρουσίας ὁ θεὸς λόγος, περὶ οὗ πλεῖστα ἡμῖν διείληπται, ‘‘ἀνέβη ἐν ἀλαλαγμῷ.”
ὁ ἀπόστολός φησι τὸ δὲ ἀνέβη τί ἐστὶν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτατα τῆς γῆς ; ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν.” ἐν ἀλαλαγμῷ δὲ αὐτόν φησιν ἀνεληλυθέναι διὰ τὴν εἰς αὐτὸν θεολογίαν τῶν δορυφορούντων αὐτὸν b
ἀνιόντα ἀγγέλων, οἳ καὶ ἔλεγον ‟ἄρατε οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.” φωνὴν δὲ οὐκ ἂν σφαλείης τὸ κήρυγμα εἰπὼν τὸ εὐαγγελικὸν εἰς πᾶσαν ἐξηχῆσαν τὴν οἰκουμένην.
γὰρ ὀργάνου μουσικοῦ μεγαλοφωνοτέρας οὔσης 1 τῆς σάλπιγγος, οἰκείως παρείληπται τὸ παράδειγμα εἰς παράστασιν τοῦ πάντων τῶν ἐξ αἰῶνος κραταιοτέραν c καὶ μεγαλοφωνοτέραν τὴν περὶ τοῦ Χριστοῦ πᾶσιν ἀνθρώποις κατηγγέλθαι διδασκαλίαν, δι’ ἧς ὥσπερ διὰ σάλπιγγος εἰς ἐξάκουστον πάντων τῶν
ἀνθρώπων βοᾷ καὶ κέκραγε τὸ πνεῦμα τὸ ἅγιον τὰ ἐξῆς τοῦ Ψαλμοῦ, δι’ ὧν εἴρηται ‘‘ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε.” ὅτι βασιλεὺς οὐκέτι μόνου τοῦ Ἰουδαίων ἔθνους, ἀλλὰ πάσης φησὶ τῆς γῆς ὁ θεὸς, ψάλατε συνετῶς.
γὰρ οἶ πρὶν δαίμονες, φησὶ, οὐδὲ τὰ περίγεια καὶ ἀπατηλὰ πνεύματα, ἀλλ’ αὐτὸς ὁ θεὸς ἐβασίλευσεν ἐπὶ πάντα τὰ ἔθνη, ὁ θεὸς αὐτὸς, ὃς κάθηται ἐπὶ d θρόνου ἁγίου αὑτοῦ. ἤδη δὲ πρότερον τοῦ θεοῦ λόγου τὸν θρόνον, ἐφ’ ὃν καθέζεσθαι ὁ πατὴρ αὐτῷ
παρεκελεύσατο εἰπὼν‘ ‟κάθου ἐκ δεξιῶν μου, ἕως θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου,” 162 διὰ τοῦ πρὸ τούτου συγγράμματος παρεστήσαμεν.
κλῆρον τῶν πάλαι θεοφιλῶν τοῦ θεοῦ προφητῶν τοὺς ἐξ ἐθνῶν ἄρχοντας τῆς Χριστοῦ ἐκκλησίας, οἳ καὶ τῇ δυνάμει τοῦ σωτῆρος ἡμῶν κραταιωθέντες σφόδρα ἐπήρθησαν, οὐδενὸς ἀνθρώπων καταβαλεῖν αὐτοὺς καὶ ταπεινῶσαι δεδυνημένου διὰ τὴν ἀνυψοῦσαν
αὐτοὺς καὶ δυναμοῦσαν τοῦ θεοῦ δεξιάν. καὶ 261 ταῦτα δὲ ἐπὶ σχολῆς ἐντελοῦς τεύξεται διηγήσεως.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.