προσελθὼν ὁ Ἰησοῦς εἶπεν, ἡμέτερος εἷ, ἢ τῶν ὑπευναντίων; καὶ εἶπεν αὐτῷ, ἐγὼ ἀρχιστράτηγος δυνάμεως κυρίου νυνὶ παραγέγονα. καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ εἶπεν αὐτῷ, δέσποτα 246 τί προστάσσεις τῷ σῷ οἰκέτῃ ; καὶ λέγει ὁ ἀρχιστράτηγος
κυρίου, Ἰησοῦ, λῦσαι τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας γῇ ἁγία ἐστίν.”
θεὸς, ὡς ἐκ τοῦ παραγγέλματος δείκνυται. ἀλλὰ νῦν μὲν διὰ τοῦ ἀρχιστρατήγου τῆς δυνάμεως αὐτοῦ, Μωσεῖ δὲ διὰ τοῦ ὀφθέντος ἀγγέλου στρατιῶν δὲ ὑπερουρανίων καὶ δυνάμεων ὑπερκο 1 σμίων καὶ πνευμάτων ἀοράτων, ἀγγέλων τε θείων καὶ ἀρχαγγέλων τῷ παμβασιλεῖ καὶ πανηγεμόνι θεῷ λειτουργούντων, κατὰ τὸ εἰρημένον παρὰ τῷ Δανιὴλ “χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυρι- c
άδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ,” ὁ πάντων ἀνωτάτω τίς ἂν γένοιτο ἕτερος τοῦ θεοῦ λόγου καὶ τῆς πρωτοτόκου σοφίας τοῦ τε ἐνθέου γεννήματος; εἰκότως ἄρα καὶ ἀρχιστράτηγος δυνάμεως κυρίου ἐπὶ τοῦ παρόντος ἀνείρηται, ὡς καὶ μεγάλης βουλῆς ἄγγελος
ἐν ἑτέροις, καὶ σύνθρονος τοῦ πατρὸς, αἰώνιός τε καὶ μέγας ἀρχιερεύς.
εἰρηναίῳ σχήματι ἑαυτὸν ὑποδείκνυσι, τὴν σωτήριον εἰς ἀνθρώπους αὑτοῦ παρουσίαν ἐξ ἐκείνου προοιμιαξόμενος, τῷ δὲ Ἰακὼβ, ὡς ἀσκητῇ καὶ ἀγωνιστῇ παλαίειν πρὸς ἐχθροὺς καὶ ἀγωνίζεσθαι μέλλοντι, οἷα ἄνθρωπος, Μωσεῖ δὲ καὶ τῷ λαῷ ἐν εἴδει νεφέλης
καὶ πυρὸς καθηγεῖτο, φοβερὸν ὁμοῦ καὶ ἐπεσκιασμένον παρέχων ἑαυτόν.
καὶ κατὰ τῶν πολεμίων ἠκονημένης ὑποφαίνεται, μονονουχὶ διὰ τῆς ὄψεως ἐπιδεικνὺς ὅτι δὴ αὐτὸς ἀοράτῳ ῥομφαίᾳ ἐνθέῳ δυνάμει τοὺς ἀσεβεῖς 247 μετιέναι ἔμελλε, τοῖς οἰκείοις συστρατευόμενος καὶ συναγωνιζόμενος. διὸ κατὰ καιρὸν καὶ ἀρχιστράτηγον
κυρίου ἑαυτὸν ἀνηγόρευσεν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.