πολυτρόπως ὀφθέντα τοῖς πατράσιν ἐκλάβοις ὁμοίως τοῖς προαποδειχθεῖσιν ἡμῖν, οὐκέτ’ ἂν δόξοιο ἐναντίοις περιπίπτειν. θεὸν Ἰσραὴλ ἐνταῦθα ὁρώμενον αὐτὸν ἐκεῖνον εἶναι διδάσκει, ὃν καὶ τῷ Ἰσραὴλ ὀφθέντα, ὅτε ἐπάλαιεν ἄνθρωπος μετ’ αὐτοῦ, ὃς καὶ
πρῶτος αὐτοῦ τὴν προσωνυμίαν ἐκ τοῦ Ἰακὼβ ἐπὶ τὸν Ἰσραὴλ μεταβέβληκεν εἰπὼν ‟ὅτι θεοῦ ὅτε καὶ τῆς θείας αὐτοῦ δυνάμεως αἴσθησιν c λαβὼν ὁ Ἰακὼβ ἐκάλεσε τὸν τόπον ἐκεῖνον εἶδος θεοῦ, 1 εἰπὼν ‟εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή,” οὐχ ἕτερον ὑπάρχειν θεοῦ λόγου κατὰ τὸν οἰκεῖον καιρὸν παρεστήσαμεν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.