καὶ χειρόνων ἄλλων πνευμάτων ἐν κακίᾳ τὸ πλέον καὶ ἧττον ἀποφερομένων, ἔτι τε καὶ τοῦ πάντων ἐν τούτοις ἄρχοντος δεινοῦ τινος μεγαλοδαίμονος, οἳ πρῶτοι τῆς εἰς τὸ θεῖον εὐσεβείας σαλεύσαντες τῆς οἰκείας λήξεως ἀποπεπτώκασι, φθόνῳ τῆς ἀνθρώπων
σωτηρίας τὴν ἐναντίαν εἷλκε παντοίαις κακίας μηχαναῖς d ναῖς πᾶσι τοῖς ἔθνεσι καὶ αὐτῷ τῷ τοῦ κυρίου κλήρῳ βασκανίᾳ τῶν ἀγαθῶν ἐπιβουλεύοντα.
λέγον· εἶπε γὰρ ‟ἐν τῇ ἰσχύι· ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω, καὶ σείσω πόλεις κατοικουμένας. καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ
ἔσται ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι.”
οἰκουμένην καὶ πᾶν τὸ τῶν ἀνθρώπων γένος διεκσείσειν καὶ μεταστήσειν τῆς προτέρας εὐταξίας ἀπαυθαδιαζομένου.
τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος, ὁ πρωὶ ἀνατέλλων; συνε- b 1 τρίβῃ εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου, εἰς τὸν οὐρανὸν ὰνα- ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσομαι τὸν θρόνον μου. ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. νῦν δὲ εἰς Ἅιδην κατα-
βήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς."
ἀπειλήσας θατέρᾳ ληπτοὺς τοῖς προβολίοις τοὺς ἀν- 102 θρώπους εὕρατο, πρόχειρον καὶ ἐξ οἰκείας γνώμης τὴν ἐπὶ τὸ κακὸν ἔμπτωσιν δι’ αὐτεξούσιον προαί- ρεσιν κεκτημένους.
ἄσιν ἐπὶ πὰν εἶδος φαυλότητος τὰς τῶν πολλῶν κα- κατέσπα ψυχὰς, οὐδένα τε μηχανῆς καταλιπὼν τρόπον, μύθοις περὶ θεῶν αἰσχροῖς καὶ διηγήμασιν ἀκολάστοις d τὰ φίλα καὶ πρὸς ἡδονὴν τῶν ἁλισκομένων δι’ ἐντἐ- ἐντέχνου δαιμόνων ἀπάτης προυβάλλετο.
οἰκουμένην ἅπασαν ἑλὼν ὑποχείριον συνεῖχε, καὶ ἠφάνιζε τὰ τῶν ἐθνῶν ὅρια, ὅπερ καὶ ποιήσειν ἠπεί- λεῖ’ εἰπὼν ’^a(pslc5 ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω, καὶ σείσω πόλεις κατοικουμένας ^ καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσ-
σιάν.”
ὁ πᾶς τῶν ἀνθρώπων βίος καταδεδούλωτο, πάντων ἀθρόως καὶ ἐπιρρεπῶς τοῖς τῆς ἡδονῆς ὀλίσθοις ἐπι- δεδωκότων· ὥστε ἤδη καὶ τοὺς τῆς φύσεως ὑπερβαίνειν ὅρους, καὶ τοτὲ μὲν ἀλληλοφθορεῖν, τοτὲ δὲ ἀρρητοποιεῖν 160 καὶ ἃ μηδὲ λογισμῷ θέμις ἐννοεῖν, ταῦτα οὐ μόνον πράττειν, ἀλλὰ καὶ ταῖς περὶ τῶν οἰκείων
θεῶν δόξαις ἀνατιθέναι, καὶ ἔτι μᾶλλον ὡς ἂν θεοῖς φίλα τὰ ἀκόλαστα σὺν ῥᾳστώνῃ πλείονι διαπράττεσθαι.
διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἠλλάξαντο τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ έν ὁμοιώματι b εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.”
τοῖς οὐρανίοις φωστῆρσι μόνοις οἱ ἐπὶ γῆς προσανεῖχον, οὐδὲν εἴδωλον ἐπιστάμενοι, οὔτε περὶ τὴν τῶν δαιμόνων πλάνην καταγινόμενοι, ἱκανὴ γένοιτ᾿ ἂν ἀπόδειξις ἡ τόν ἀλλοτρίων τοῦ καθ’ ἡμᾶς λόγου μαρτυρία, ἣν κατὰ τὸ πρῶτον τῆς Προπαρασκευῆς
πρὸ τῆς παρούσης πραγματείας ἐξεθέμην, σαφῶς ἀποδείξας ὅτι μὴ χειροκμήτοις ξοάνοις ἐξ ὕλης c ἀψύχου δεδημιουργημένοις, ἀλλ’ οὐδ’ ἀοράτοις δαίμοσιν οἱ παλαίτατοι τῶν ἀνθρώπων ἐδούλευον, μόνοις δὲ τοὐτοις, οἱ καὶ πρὸς τῆς θείας γραφῆς τοῖς ἒθνεσιν
ἀπονενεμῆσθαι μεμαρτύρηνται.
περιεργίαν. τοῦτο δὲ πᾶν ἐπιβουλεύων τοῖς 2 d ἐπὶ γῆς πᾶσιν ὁ δηλωθεὶς θεομάχος εἰργάζετο. 12 συνήργει δὲ αὐτῷ καὶ πᾶν τὸ τῶν ἀκαθάρτων δαιμόνων φῦλον. αὐτός γε μὴν ὁ τῆς κακίας ἐξάρχων ταῦτ’ ἔπραττεν, μανίᾳ φρονήματος ἐκτόπου τὰς κατὰ πάντων ἀνθρώπων ἔργῳ πληρῶν ἀπειλὰς, καὶ τὴν ‟ἒσομαι
ὅμοιος τῷ ὑψίστῳ ἄθεον ἐπιτείνων φωνὴν, ταῖς τε τῶν ἀκαθάρτων καὶ πονηρῶν δαιμόνων ὑπηρεσίαις χρησμοὺς καὶ θεραπείας καὶ τὰ τοιαῦτα ταῖς τῶν ἀν- θρώπων γοητείαις προϊσχόμενος.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.