λοὶ καὶ ποιμένες τοὺς μὴ οἵους τε νῷ τὸν ἀόρατον ἐποπτεύειν, μηδ’ ἀναβαίνειν τοσοῦτον δι’ οἰκείαν ἀσθένειαν, τοῖς ὁρωμένοις κατ’ οὐρανὸν προσέχειν ἠξίουν, ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις.
τοῦ πάντων γενεσιουργοῦ τὴν θεωρίαν ἐμφανίζοντα. “τὰ γὰρ ἀόρατα αὐτοῦ,” ᾗ φησιν ὁ d ἀπόστολος, “ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης.” 101
τὸν γάρ τοι τοῦ κυρίου κλῆρον νῷ διαυγεῖ καὶ ψυχῇ κεκαθαρμένῃ τῶν νοητῶν καὶ ἀσωμάτων ὀριγνᾶσθαι προτρέπων εἴργει τῆς τῶν ὁρωμένων κατ’ οὐρανὸν ἐκπλήξεως, ἐπιλέγων ὅτι δὴ ταῦτα ἀπένειμε κύριος ὁ θεός σου πᾶσι τοῖς ἔθνεσιν.” διὰ
τί δ’ ἀπονενεμῆσθαι ἔφησε συνιδεῖν ἀναγκαῖον.
τῶν θείων ἀγγέλων πρὸς τὰ χείρω διαφόρου καθεστώσης, οὐκ ἄλλως εὖ εἶχε τοῖς τῆς ἀνωτάτω τοῦ παμβασιλέως εὐσεβείας ἀποπίπτουσιν ἢ τῶν ὁρωμένων κατ’ οὐρανὸν τὰ κράτιστα αἱρεῖσθαι.
ἀόρατα πολυπραγμονοῦντες ἀπορίᾳ τῶν ἀφανῶν καὶ ἀδήλων εἰς ἐναντίας δυνάμεις καὶ δαιμονικὰς περι- b τραπεῖεν. τῶν ὁρωμένων οὖν τὰ πάντα διαπρεπῆ τοῦ θεοῦ δημιουργήματα τοῖς μὴ τοῦ κρείττονος ἐφιεμένοις παραδεδόσθαι, ἁμωσγέπως ἐνθένδε τῆς
1 τοῦ ἀοράτου θεωρίας, ὡς ἂν διά τινος ἐσόπτρου, παρεμφαινομενης.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.