οὖν ὁρῶντες ἄνδρα, ναζιραῖον μὲν θεοῦ τὴν τρίχα, c θεοπρεπὲς δὲ πρόσωπον ὑποφαίνοντα, σχῆμά τε ξένον περιβολῆς ἠμφιεσμένον, ἀθρόως ποθὲν ἐξ ἀφανοῦς ἐρήμου φαινόμενον, καὶ μετὰ τὸ κήρυγμα πάλιν εἰς τὴν ἔρημον καὶ εἰς τὸ ἀφανὲς ὑποχωροῦντα, καὶ ἄποτον,
ἄτροφον, ἀκοινώνητον τοῖς πολλοῖς, εἰκότως ἐξεπλήττοντο, μηδ’ ἄνθρωπον αὐτὸν ὑπονοοῦντες ὑπάρχειν; πῶς γὰρ οὐ τὸν μηδὲ ἒν χρείᾳ τροφῆς γινσμενον; διὸ καὶ ἄγγελον αὐτὸν ὑπειλήφεσαν εἶναι, τοῦτον αὐτὸν ἐκεῖνον τὸν διὰ τοῦ προφήτου δηλούμενον
κατὰ τὸ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ 268 προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν d σου.·’ κέχρηται γοῦν τῇ παραθέσει καὶ ταύτης τῆς γραφής Μάρκος ὁ εὐαγγελιστής.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.