αὐτὸν καὶ κηρύττοντι βάπτισμα μετανοίας πιστεῦσαι, πάντας τε πανταχόθεν τὰ οἰκεῖα ἀπολιπόντας συρρεῖν ἐπὶ τὴν ἔρημον, μάλιστα ὅτε μηδεμίαν αὐτοῦ πρᾶξιν ἱστοροῦσιν οἱ λόγοι· οὔτε γὰρ νεκροὺς ἐγείρας οὔτε ἕτερα θαύματα πεποιηκὼς ἀναγέγραπται· τί δὴ οὖν
ἦν τὸ ἐκπλῆξαν τοὺς πάντας; ἢ μήποτε ὁ ξένος καὶ παραλλάττων τοὺς πολλοὺς αὐτοῦ βίος; προῄει γὰρ ἐκ τῆς ἐρήμου ξένην ἠμφιεσμένος στολὴν, πάσαν δὲ τὴν κοινὴν ἀνθρώπων διατριβὴν ἐκτρεπόμενος οὔτε b γοῦν εἰς κώμην οὔτε εἰς πόλιν οὔτε εἰς κοινὸν σύλλογον ἀνδρῶν παρέβαλλεν, ἀλλὰ οὐδὲ τῆς κοινῆς
μετεῖχε τροφῆς·
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.