κατὰ τὴν Ἑβραίων φωνὴν διὰ τοῦ Ῥὼς δηλοῦται, διὰ δὲ τοῦ Μοσὁχ τὴν Μυσίαν καὶ τὰ πέριξ c ταύτης ἔθνη, ὅσα νῦν οἰκεῖα Ῥωμαίων ἐστὶ, διὰ δὲ τοῦ Θοβὲλ τὴν Ἰβηρίαν ὁ Ἰώσηπος δηλοῖ, ἀπὸ τοῦ Θοβὲλ γεγονέναι φάσκων Θοβεήλους τοὺς Ἴβηρας· ὧν
ἁπάντων ἄρχοντα τὸν Γὼγ ὑψωθήσεσθαί φησιν ἐπὶ τῆς τοῦ προφητευομένου Χριστοῦ παρουσίας, ὃν ὁ θεὸς ὡδήγησεν ἐξ Αἰγύπτου, ὅτε κατὰ τὸν Ματθαῖον ἐπιβουλεύοντος τοῦ Ἡρώδου παιδὶ ὄντι αὐτῷ χρηματισθεὶς τισθεὶς ὁ Ἰωσὴφ παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα
αὐτοῦ, καὶ ἐπανῆλθεν εἰς γῆν Ἰσραήλ. δόξα δὲ μονοκέρωτος αὐτῷ τῷ Χριστῷ παρῆν, διὰ τὸ ἐν αὐτῷ d εὐδοκηκέναι κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος, κατὰ τὸν ἱερὸν ἀπόστολον.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.