οὐ μὴ χρονίσῃ,’ ὃς καὶ ἐλήλυθεν ἐν ὀνόματι κυρίου τοῦ θεοῦ καὶ πατρὸς αὑτοῦ. αὐτὸς δ’ ἂν εἴη καὶ θεὸς κύριος ὁ ἐπιφανεὶς ἡμῖν. ἐν ὀνόματι γοῦν τοῦ πατρὸς αὑτοῦ ὁμολογεῖ ἐληλυθέναι λέγων πρὸς τοὺς Ἰουδαίους ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός
μου, καὶ οὐ λαμβάνετέ με · ἄλλος ἐὰν ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.’
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.