τούτοις τοὺς ἀποστόλους ὀνομάζει, ἐφ’ ὧν σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ ποιήσειν τὸν κύριον Σαβαὼθ, τὸν κατοικοῦντα ἐν τῷ ὄρει Σιῶν, διδάσκει, τούτους δὲ αὐτοὺς φανεροὺς ἔσεσθαι συνήθως ἡμῖν τὰ πρόσωπα σφραγιζομένους τῇ τοῦ Χριστοῦ σφραγῖδι,
παιδευομένους τε μηκέτι τὸν Μώσεως νόμον μανθάνειν, τῷ μηκέτι συνεστάναι αὐτὸν, καὶ τῷ τὸν καλούμενον Ἰακὼβ καταλελεῖφθαι τοῦ θεοῦ.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.