αὐχμὸς, δεινή τε ἀθεότης κατακρατοῦσα τοὐ παντὸς ἀνθρώπων βίου, ὡς μηδὲν τῶν ἀγρίων καὶ ἀτιθάσων θηρίων διαφέρειν δοκεῖν· μήτε γοῦν πόλεις, μήτε πολιτείας, μήτε νόμους, μήτε τι σεμνὸν καὶ βιωφελὲς εἰδότες, μηδὲ μὴν ἐπιστήμας καὶ τέχνας ἐν νῷ τιθέμενοι
ἀρετῆς τε καὶ φιλοσοφίας οὐδ’ εἰς ἔννοιαν ἰόντες, μόναις ἐπ’ ἐρημίαις ἔν τε ὄρεσι καὶ σπηλαίοις καὶ κώμαις τὰς διατριβὰς ἐποιοῦντο, λῃστρικώτερον ἐπιτιθέμενοι τοῖς πλησιάζουσι, πορίζοντες τὰ πρὸς τὸ ζῆν οὐκ ἄλλοθεν ἀλλ’ ἢ ἐκ τῆς τῶν καταδεεστέρων
καταδυναστείας.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.