καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας μηδέν τε ἐνεργεῖν δυναμένους, οἱ δὲ τῷ κυρίῳ τῶν προφητῶν ἐν πάσῃ τῇ Αἰγυπτίων χώρᾳ θυσιαστήριον καθ’ἑκάστην ἐκκλησίαν συστηςάμενοι, ἔν τε ταῖς θλίψεσι καὶ τοῖς κατ’ αὐτῶν διωγμοῖς οὐκέτι τὰ κνώδαλα,
d οὐδὲ τὰ ἑρπετὰ τῆς γῆς, ὡς θεοὺς, οὐδὲ τοὺς ἀγρίους θῆρας καὶ τὰ ἄλογα ζῷα ὁμοίως τοῖς αὐτῶν πατράσιν, ἀλλὰ τὸν επὶ πάντων θεὸν ἐπικαλούμενοι, καὶ μόνον αὐτὸν καὶ τὸν αὐτοῦ φόβον ἐν ταῖς αὑτῶν διανοίαις κατειληφότες, εὐχόμενοί τε αὐτῷ
εὐχὰς, ἀλλ’ οὐκέτι τοῖς δαίμοσι, καὶ ἀποδιδόντες τὰς θεοπρεπεῖς ἐπαγγελίας, πῶς οὐχ ἕπεται συνομολογεῖν καὶ τὰ πρὸ τῶν ἀποτελεσμάτων εἰς ἔργον ἤδη κεχωρηκέναι; ἦν δὲ ταῦτα τοῦ κυρίου παρουσία εἰς Αἴγυπτον οὐκ ἀσώματος ἀποβησομένη, ἀλλὰ διὰ
νεφέλης κούφης, ἢ καὶ μᾶλλον διὰ πάχους ἐλαφροῦ· οὕτω γὰρ τὸ Ἑβραϊκὸν περιέχει, τὴν ἔνσαρκον αὐτοῦ παρουςίαν αἰνιττόμενον.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.