1 προφητεύει, τῆς Ἱερουσαλὴμ ἄρτι τότε ἀνεγηγερμένης ἐκ τῆς προτέρας ἐρημίας, ἣν ὑπὸ Βαβυλωνίων πέπονθε. συνάγεται δὲ ὁ πᾶς χρόνος ἀπὸ τὴς Δαρείου c τοῦ Περσοῦ βασιλείας, καθ’ ἣν ὁ Ζαχαρίας προφητεύει,
ἐπὶ Αὔγουστον Ῥωμαίων βασιλέα εἰς ἐτῶν ἑβδομάδας ἑπτὰ καὶ ἐξήκοντα δύο τὰς ἐν τῷ Δανιὴλ φερομένας, ἃ γίνεται ἔτη τετρακόσια ὀγδοήκοντα τρία, ὡς ἀπεδείξαμεν ἐν τοῖς μικρῷ πρόσθεν γεγυμνασμένοις.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.