καὶ τὰ τούτοις ἑπόμενα. ποῖαι δὲ μετὰ τοὺς τοῦ Ζαχαρίου χρόνους γεγόνασιν ἡμέραι, ἐν αἷς διεμερίσθη τὰ σκῦλα τῆς Ἱερουσαλὴμ καὶ ἐπισυνήχθη πάντα τὰ ἔθνη ἐπ’ αὐτὴν εἰς πόλεμον, ἥλω τε ἡ πόλις καὶ διηρπάγησαν αἶ οἰκίαι, καὶ αἶ γυναῖκες
ἐμολύνθησαν ἀπήχθησάν τε εἰς αἰχμαλωσίαν, ὁμοῦ τε καὶ κατὰ τὸ αὐτὸ ὁ κύριος συμμαχῶν τοῖς ἔθνεσι τοῖς τὴν Ἱερουσαλὴμ πολεμοῦσι παρετάξατο ἐν αὐτοῖς; 257 ἢ πότε ἔστησαν οἶ πόδες αὐτοῦ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν; ἢ πότε γέγονε κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν b τὴν γῆν, αὐτός τε εἷς κύριος ἐπὶ πάντας ἀνθρώπους,
καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον; ταῦτα γὰρ οὐδ’ ἄλλοτέ πω πρότερον ἔχοι ἄν τις εἰς πέρας δεῖξαι ἀχθέντα ἢ κατὰ τοὺς Ῥωμαίων χρόνους, καθ’ οὓς ἐμπρησμὸν ὑπέμεινε δεύτερον μετὰ τὸν ὑπὸ Βαβυλωνίων ὁ νεὼς αὐτῶν,
ἥ τε πόλις ἐξ ἐκείνου καὶ εἰς δεῦρο ὑπὸ ἀλλοφύλων ἐθνῶν κατοικισθεῖσα δείκνυται.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.