πολλὰ ἐπιγνόντα αὐτὸν καὶ μόνον θεὸν αὐτὸν ὁμολογήσαντα ἐπ’ αὐτὸν καταπέφευγε καὶ γέγονεν αὐτῷ εἰς λαόν; ἢ πότε κατὰ τοὺς Περσῶν ἢ Μακεδόνων χρόνους ὁ προφητευόμενος βασιλεὺς ἐλήλυθεν, ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον;
ἐλθών τε τοῦ Ἰουδαίων ἔθνους Ἐφραῒμ καὶ τῆς Ἱερουσαλὴμ αὐτῆς τὴν βασιλικὴν παράταξιν, ἅρματα καὶ ἵππον ἐπικαλουμένην, ἐξωλόθρευσε, τό τε ὁπλιτικὸν τοῦ Ἰουδαίων ἔθνους καθεῖλε; τοῦτο γὰρ ἐδήλου τὸ λόγιον φάσκον ‟ἰδοὺ ὁ
βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραὺς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.