ὥστ’ εἰκότως διὰ ταῦτα τὰς ἑπτὰ πρώτας εἰς ἴτη ἐννέα καὶ τεσσαράκοντα συντεινούσας ἀφωρίσθαι κατὰ τὸν τῆς προφητείας λόγον, τὰς δὲ λοιπὰς ἑξήκοντα δύο ἀπὸ Δαρείο υκαταριθμεῖσθαι βασιλείας συμβαίνει, καθ’ ὅν αὖθις Ἰησοῦς ὁ τοῦ
᾿Ιωσεδὲκ καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ εἰς ἐκεῖνο τὴν ζωὴν παρατείνοντες ἄμφω προέστησαν τῆς τοῦ 393 ἱεροῦ ἀνανεώσεως, προφητευόντων᾿ καὶ Ζαχαρίου, μεθ’ οὓς Ἔσρας καὶ Νεεμίας, ὁμοίως ἐκ Βαβυλωνος ἀνελθόντες, τὸ τεῖχος ἐδείμαντο τῇ πόλει, τὴν
ἀρχιερωσύνην διέποντος Ἰωακείμου· παῖς δέ οὗτος ἦν 1 Ἰησοῦ τοῦ Ἰωσεδὲκ, μεθ’ ὃν· διαδέχεται τὴν ἀρχιερωσύνην ’Eλιασοῦβος, ἔπειτα Ἰωδαὲ, μεθ’ ὃν Ἰωνάθης, μεθ’ ὃν Ἰαδδοῦς.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.