ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγε- d ’ρεῖς αὐτόν;” ἀλλ’ οὗτοι μὲν τεσσαράκοντα καὶ ἕξ ἔτεσιν ᾠκοδομῆσθαι τὸν ναὸν ἔφασαν. τοσαῦτα γὰρ ἀπὸ πρώτου Κύρου βασιλείας, ὃς πρῶτος ἀνῆκε τῆς Βαβυλῶνος τοὺς βουλομένους τῶν Ἰουδαίων εἰς τὴν οἰκείαν
γῆν ἐπανιέναι, ἐπὶ τὸ ἕκτον ἔτος τῆς Δαρείου βασιλείας συνάγεται, καθ’ ὃν τὸ πᾶν ἔργον τῆς οἰκοδομῆς τέλος εἴληφεν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.