πότε δὲ τὰ τῆς διαθήκης τῆς καινῆς ἐδυναμοῦτο ἢ ὅτε ὁ σωτὴρ καὶ κύριος ἡμῶν μέλλων τελεῖν τὸ μέγα μυστήριον τῆς εἰς τὸν θάνατον αὑτοῦ παρόδου ᾑ νυκτὶ παρεδίδοτο, τὰ σύμβολα τόν κατ’ αὐτὸν ἀπορτήτων τῆς καινῆς διαθήκης λόγων τοῖς αὑτοῦ παρεδίδου
μαθηταῖς; ὁμοῦ γὰρ ταῦτ’ ἐτελεῖτο καὶ ἡ κατὰ d Μωσέα παλαιὰ διαθήκη περιῄρητο, ὅπερ ἐδήλου τὸ καταπέτασμα τοῦ ναοῦ κατὰ τὸν αὐτὸν ῥηγνύμενον χρόνον.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.