διαδοχὴν νομίμων ἀρχιερέων πεπαυμένων ἀπὸ τῆς Ὑρκανοῦ τελευτῆς, οἱ μετὰ ταῦτα παριόντες ἀτάκτως καὶ παρανόμως ἐδόκουν μέν τι ποιεῖν, οὐ μὴν κατὰ τοὺς πρέποντας ἔπραττον θεσμοὺς, δι’ οὓς καὶ ἔφασκεν ἡ προφητεία ‟ἐξολοθρευθήσεται χρῖσμα, καὶ
κρίμα οὐκ ἔστιν ἐν αὐτῷ,” τὸ ἄκριτον καὶ παράνομον αὐτῶν διαβάλλουσα· οὕτω δὴ καὶ ἐπὶ τῆς θυσίας καὶ b τῆς σπονδῆς συμβεβηκέναι φήσεις, ὀρθῶς μὲν καὶ κατὰ νόμον πρὸ τοῦ πάθους τοῦ σωτῆρος ἐπιτελουμένης διὰ τὴν εἰσέτι τότε τὰ τῶν ἁγίων τόπων
1 ἐφορῶσαν δύναμιν, περιαιρεθείσης δὲ αὐτίκα μετὰ τὴν αὐτοῦ τελείαν καὶ θεοπρεπῆ θυσίαν, ἣν προσήνεγκεν αὐτὸς ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, αὐτος ὢν ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ
κόσμου, ἧς θυσίας πᾶσιν ἀνθρώποις κατὰ τὰ καινὰ μυστήρια τῆς καινῆς διαθήκης παραδοθείσης τὰ τῆς παλαιὰς περιῄρητο.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.