λαοῦ κατὰ τοὺς Μώσεως χρόνους ἡγεῖσθαι ταύτην ὁ θεὸς τῶν λοιπῶν φυλῶν προστάττει. γέγραπται γὰρ ‟καὶ ἐλάλησε κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν, λέγων, ἄνθρωπος ἐχόμενος κατὰ τάγματα αὐτοῦ, κατὰ σημαίας, κατ’ οἴκους πατριῶν αὐτῶν παρεμβαλέτωσαν
οἱ υἱοὶ Ἰσραὴλ ἔναντι κυρίου, κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατὰ ἀνατολὰς, τάγμα παρεμβολῆς υἱῶν Ἰούδα, σὺν δυνάμει αὐτῶν.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.